Ancient Greek · ~6 min
Section 29
Plutarch, Περὶ τοῦ Σωκράτους δαιμονίου 29
Not analysed yet
ὁπλιζομένων δʼ ἡμῶν καὶ συνταττομένων, αὖθις ἀφικνεῖται Χάρων ἱλαρῷ τῷ προσώπῳ καὶ μειδιῶν καὶ προσβλέπων εἰς ἡμᾶς θαρρεῖν ἐκέλευεν, ὡς δεινοῦ μηδενὸς ὄντος ἀλλὰ τῆς πράξεως ὁδῷ βαδιζούσης. ὁ γὰρ Ἀρχίας, ἔφη, καὶ ὁ Φίλιππος ὡς ἤκουσαν ἥκειν ἐμὲ κεκλημένον, ἤδη βαρεῖς ὑπὸ τῆς μέθης ὄντες καὶ συνεκλελυμένοι τοῖς σώμασι τὰς ψυχάς,· μόλις διαναστάντες ἔξω προῆλθον ἐπὶ τὰς θύρας. εἰπόντος δὲ τοῦ Ἀρχίου φυγάδας, ὦ Χάρων, ἀκούομεν ἐν τῇ πόλει κρύπτεσθαι παρεισελθόντας οὐ μετρίως ἐγὼ διαταραχθείς ποῦ δʼ εἶπον εἶναι λέγονται καὶ τίνες; ἀγνοοῦμεν ὁ Ἀρχίας εἶπε· καί σε τούτου χάριν ἐλθεῖν ἐκελεύσαμεν, εἰ δή τι τυγχάνοις σαφέστερον ἀκηκοώς. κἀγὼ μικρὸν ὥσπερ ἐκ πληγῆς ἀναφέρων τὴν διάνοιαν ἐλογιζόμην λόγον εἶναι τὴν μήνυσιν οὐ βέβαιον, οὐδʼ ὑπὸ τῶν συνειδότων ἐξενηνέχθαι τὴν πρᾶξιν οὐδενός· οὐ γὰρ ἂν ἀγνοεῖν τὴν,οἰκίαν αὐτούς, εἴ τις εἰδὼς ἀκριβῶς ἐμήνυεν· ἄλλως δʼ ὑποψίαν ἢ λόγον ἄσημον ἐν τῇ πόλει περιφερόμενον ἥκειν εἰς ἐκείνους. εἶπον οὖν πρὸς αὐτὸν ὅτι ʽ ζῶντος μὲν Ἀνδροκλείδου πολλάκις ἐπίσταμαι φήμας τοιαύτας ῥυείσας διακενῆς καὶ λόγους ψευδεῖς ἐνοχλήσαντας ἡμῖν· νυνὶ δʼ ἔφην οὐδὲν ἀκήκοα τοιοῦτον, ὦ Ἀρχία σκέψομαι δὲ τὸν λόγον, εἰ κελεύεις· κἂν πύθωμαί τι φροντίδος ἄξιον, οὐ λήσεται ὑμᾶς. πάνυ μὲν οὖν ὁ Φυλλίδας εἶπε μηδέν, ὦ Χάρων, ἀδιερεύνητον μηδʼ ἄπυστον ὑπὲρ τούτων ἀπολίπῃς· τί γὰρ κωλύει μηδενὸς καταφρονεῖν ἀλλὰ πάντα φυλάττεσθαι καὶ προσέχειν; καλὸν γὰρ ἡ πρόνοια καὶ τὸ ἀσφαλές ἅμα δὲ τὸν Ἀρχίαν ὑπολαβὼν ἀπῆγεν εἰς τὸν οἶκον, ἐν ᾧ πίνοντες τυγχάνουσιν. ἀλλὰ μὴ μέλλωμεν, ἄνδρες ἔφη, προσευξάμενοι δὲ τοῖς θεοῖς ἐξίωμεν. ταῦτα τοῦ Χάρωνος εἰπόντος, εὐχόμεθα τοῖς θεοῖς καὶ παρεκαλοῦμεν ἀλλήλους.