Ancient Greek · ~6 min
Section 30
Plutarch, Περὶ τοῦ Σωκράτους δαιμονίου 30
Not analysed yet
ὥρα μὲν οὖν ἦν καθʼ ἣν ἅνθρωποι μάλιστα περὶ δεῖπνόν εἰσι, τὸ δὲ πνεῦμα μᾶλλον ἐπιτεῖνον ἤδη νιφετὸν ὑπεκίνει ψεκάδι λεπτῇ μεμιγμένον· ὥστε πολλὴν ἐρημίαν εἶναι διὰ τῶν στενωπῶν διεξιοῦσιν. οἱ μὲν οὖν ἐπὶ τὸν Λεοντίδην καὶ τὸν Ὑπάτην ταχθέντες ἐγγὺς ἀλλήλων οἰκοῦντας, ἐν ἱματίοις ἐξῄεσαν ἔχοντες οὐδὲν ἕτερον τῶν ὅπλων ἢ μάχαιραν ἕκαστος (ἐν δὲ τούτοις ἦν καὶ Πελοπίδας καὶ Δαμοκλείδας καὶ Κηφισόδωρος)· Χάρων δὲ καὶ Μέλων καὶ οἱ μετʼ αὐτῶν ἐπιτίθεσθαι τοῖς περὶ Ἀρχίαν μέλλοντες, ἡμιθωράκια ἐνδεδυμένοι καὶ στεφάνους δασεῖς ἔχοντες, οἱ μὲν ἐλάτης οἱ δὲ πεύκης ἔνιοι δὲ καὶ χιτώνια τῶν γυναικείων ἀμπεχόμενοι, μεθύοντας ἀπομιμούμενοι κώμῳ χρωμένους μετὰ γυναικῶν. ἡ δὲ χείρων, ὦ Ἀρχίδαμε, τύχη καὶ τὰς τῶν πολεμίων μαλακίας καὶ ἀγνοίας ταῖς ἡμετέραις ἐπανισοῦσα τόλμαις καὶ παρασκευαῖς, καὶ καθάπερ δρᾶμα τὴν πρᾶξιν ἡμῶν ἀπʼ ἀρχῆς διαποικίλλουσα κινδυνώδεσιν ἐπεισοδίοις, εἰς αὐτὸ συνέδραμε τὸ ἔργον, ὀξὺν ἐπιφέρουσα καὶ δεινὸν ἀνελπίστου περιπετείας ἀγῶνα. τοῦ γὰρ Χάρωνος ὡς ἀνέπεισε τοὺς περὶ Ἀρχίαν καὶ Φίλιππον ἀναχωρήσαντος οἴκαδε καὶ διασκευάζοντος ἡμᾶς ἐπὶ τὴν πρᾶξιν, ἧκεν ἐνθένδε παρʼ ὑμῶν ἐπιστολὴ παρʼ Ἀρχίου τοῦ ἱεροφάντου πρὸς Ἀρχίαν ἐκεῖνον, ὄντα φίλον αὐτῷ καὶ ξένον, ὡς ἔοικεν, ἐξαγγέλλουσα τὴν κάθοδον καὶ τὴν ἐπιβουλὴν τῶν φυγάδων καὶ τὴν οἰκίαν, εἰς ἣν παρεληλύθεισαν, καὶ τοὺς συμπράττοντας αὐτοῖς. ἢδη δʼ καὶ τῇ μέθῃ κατακεκλυσμένος Ἀρχίας καὶ τῇ προσδοκίᾳ τῶν γυναικῶν ἀνεπτοημένος, ἐδέξατο μὲν τὴν ἐπιστολήν, τοῦ δὲ γραμματοφόρου φήσαντος ὑπέρ τινων σπουδαίων αὐτῷ γεγράφθαι· τὰ σπουδαῖα τοίνυν εἰς αὔριον ἔφη. καὶ τὴν μὲν ἐπιστολὴν ὑπέθηκεν ὑπὸ τὸ προσκεφάλαιον, αἰτήσας δὲ ποτήριον ἐκέλευσεν ἐγχεῖν, καὶ τὸν Φυλλίδαν ἐξέπεμπε συνεχῶς ἐπὶ θύρας σκεψόμενον εἰ τὰ γύναια πρόσεισι.