Ancient Greek · ~7 min
Section 31
Plutarch, Περὶ τοῦ Σωκράτους δαιμονίου 31
Not analysed yet
τοιαύτης δὲ τὸν πότον ἐλπίδος διαπαιδαγωγησάσης, προσμίξαντες ἡμεῖς καὶ διὰ τῶν οἰκετῶν εὐθὺς ὠσάμενοι πρὸς τὸν ἀνδρῶνα, μικρὸν ἐπὶ ταῖς θύραις ἔστημεν ἐφορῶντες τῶν κατακειμένων ἕκαστον. ἡ μὲν οὖν τῶν στεφάνων καὶ τῆς ἐσθῆτος ὄψις παραλογιζομένη τὴν ἐπιδημίαν ἡμῶν σιγὴν ἐποίησεν· ἐπεὶ δὲ πρῶτος ὁ Μέλων ὥρμησε διὰ μέσου τὴν χεῖρα τῇ λαβῇ τοῦ ξίφους ἐπιβεβληκώς, Καβίριχος ὁ κυαμευτὸς ἄρχων τοῦ βραχίονος αὐτὸν παραπορευόμενον ἀντισπάσας, ἀνεβόησεν οὐ Μέλων οὗτος, ὦ Φυλλίδα; τούτου μὲν οὖν ἐξέκρουσε τὴν ἐπιβουλὴν ἅμα τὸ ξίφος· ἀνέλκων, διανιστάμενον δὲ χαλεπῶς τὸν Ἀρχίαν ἐπιδραμὼν οὐκ ἀνῆκε παίων ἕως ἀπέκτεινε. τὸν δὲ Φίλιππον ἔτρωσε μὲν Χάρων παρὰ τὸν τράχηλον ἀμυνόμενον δὲ τοῖς παρακειμένοις ἐκπώμασιν, ὁ Λυσίθεος ἀπὸ τῆς κλίνης χαμαὶ καταβαλὼν ἀνεῖλε. τὸν δὲ Καβίριχον ἡμεῖς κατεπραΰνομεν, ἀξιοῦντες μὴ τοῖς τυράννοις βοηθεῖν ἀλλὰ τὴν πατρίδα συνελευθεροῦν, ἱερὸν ὄντα καὶ τοῖς θεοῖς καθωσιωμένον ὑπὲρ αὐτῆς. ὡς δὲ καὶ διὰ τὸν οἶνον οὐκ ἦν εὐπαρακόμιστος τῷ λογισμῷ πρὸς τὸ συμφέρον ἀλλὰ μετέωρος καὶ τεταραγμένος ἀνίστατο, καὶ τὸ δόρυ προεβάλλετο κατʼ αἰχμήν, ὅπερ ἐξ ἔθους ἀεὶ φοροῦσιν οἱ παρʼ ἡμῖν ἄρχοντες ἐγὼ μὲν ἐκ μέσου διαλαβὼν τὸ δόρυ καὶ μετεωρίσας ὑπὲρ κεφαλῆς, ἐβόων ἀφεῖναι καὶ σῴζειν ἑαυτόν, εἰ δὲ μκή, πεπλήξεσθαι, Θεόπομπος δὲ παραστὰς ἐκ δεξιῶν καὶ τῷ ξίφει πατάξας αὐτόν, ἐνταῦθʼ ἔφη κεῖσο μετὰ τούτων, οὓς ἐκολάκευες· μὴ γὰρ ἐν ἐλευθέραις στεφανώσαιο ταῖς Θήβαις μηδὲ θύσειας ἔτι τοῖς θεοῖς, ἐφʼ ὧν κατηράσω πολλὰ τῇ πατρίδι πολλάκις ὑπὲρ τῶν πολεμίων εὐχόμενος πεσόντος δὲ τοῦ Καβιρίχου, τὸ μὲν ἱερὸν δόρυ Θεόκριτος παρὼν ἀνήρπασεν ἐκ τοῦ φόνου, τῶν δὲ θεραπόντων ὀλίγους τολμήσαντας ἀμύνασθαι διεφθείραμεν ἡμεῖς· τοὺς δʼ ἡσυχίαν ἄγοντας εἰς τὸν ἀνδρῶνα κατεκλείσαμεν, οὐ βουλόμενοι διαπεσόντας ἐξαγγεῖλαι τὰ πεπραγμένα, πρὶν εἰδέναι καὶ τὰ τῶν ἑταίρων εἰ καλῶς κεχώρηκεν.