Ancient Greek · ~2 min
Section 7
Plutarch, Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως 7
Not analysed yet
οὗτοι μὲν οὖν ἄλλως ἀδικούμενοι τῶν κατωρθωμένων ἐμέμνηντο πρὸς τοὺς ἀγνωμονοῦντας. ὁ δʼ ἐπʼ αὐτοῖς ψεγόμενος οἷς κατώρθωκε παντάπασι συγγνωστός ἐστι καὶ ἄμεμπτος, ἐγκωμιάζων τὰ πεπραγμένα· δοκεῖ γὰρ οὐκ ὀνειδίζειν ἀλλʼ ἀπολογεῖσθαι. τοῦτο γοῦν λαμπρὰν τῷ Δημοσθένει παρρησίαν ἐδίδου καὶ τὸν κόρον ἀφῄρει τῶν ἐπαίνων, οἷς παρὰ πάντα τὸν λόγον ὁμοῦ τι τὸν ὑπὲρ τοῦ στεφάνου κέχρηται, σεμνυνόμενος οἷς ἐνεκαλεῖτο περὶ τοῦ πολέμου πρεσβεύμασι καὶ ψηφίσμασιν.