Ancient Greek · ~4 min
Section 8
Plutarch, Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως 8
Not analysed yet
οὐ πόρρω δὲ τούτου τεταγμένον ἔχει τινὰ χάριν τὸ τῆς ἀντιθέσεως, ὅταν, ἐφʼ ᾧ τις ἐγκαλεῖται, τούτου τοὐναντίον αἰσχρὸν ἀποδεικνύῃ καὶ φαῦλον. ὡς ὁ Λυκοῦργος ἐν Ἀθήναις ἐπὶ τῷ πεπεικέναι τὸν συκοφάντην ἀργυρίου λοιδορούμενος, εἶτʼ ἔφη ποῖός τις ὑμῖν δοκῶ εἶναι πολίτης, ὃς τοσοῦτον χρόνον τὰ δημόσια πράττων παρʼ ὑμῖν, διδοὺς μᾶλλον ἀδίκως ἢ λαμβάνων εἴλημμαι; καὶ ὁ Κικέρων, τοῦ Μετέλλου πρὸς αὐτὸν εἰπόντος ὅτι πλείονας ἀνῄρηκε καταμαρτυρήσας ἢ συνηγορήσας σέσωκε, τίς δʼ εἶπεν οὔ φησιν ἐν ἐμοὶ πλέον εἶναι πίστεως ἢ δεινότητος; καὶ τὰ Δημοσθένους τοιαῦτα τίς δʼ οὐκ ἂν ἀπέκτεινέ με δικαίως, εἴ τι τῶν τῇ πόλει καλῶν ὑπαρχόντων λόγῳ μόνον αἰσχύνειν ἐπεχείρησα; καὶ τί ἂν οἴεσθε λέγειν τοὺς μιαροὺς τούτους ἀνθρώπους, εἰ τότʼ ἐμοῦ περὶ τούτων ἀκριβολογουμένου ἀπῆλθον αἱ πόλεις; καὶ ὅλως ὁ περὶ τοῦ στεφάνου λόγος εὐφυέστατα ταῖς ἀντιθέσεσι καὶ λύσεσι τῶν αἰτιῶν ἐπεισάγει τοὺς ἐπαίνους.