Ancient Greek
Section 9
Plutarch, Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως 9
Not analysed yet
οὐ μὴν ἀλλὰ καὶ τοῦτο χρήσιμόν ἐστιν ἐν ἐκείνῳ τῷ λόγῳ καταμαθεῖν, ὅτι μιγνύων ἐμμελέστατα τῷ περὶ αὑτοῦ λόγῳ τὸν περὶ τῶν ἀκουόντων ἔπαινον ἀνεπίφθονον ἐποίει καὶ ἀφίλαυτον· οἵους μὲν Εὐβοεῦσιν οἱ Ἀθηναῖοι παρέσχον αὑτοὺς οἵους δὲ Θηβαίοις, ὅσα δὲ Βυζαντίους ἀγαθὰ καὶ Χερρονησίτας ἐποίησαν· αὑτῷ δὲ τῆς διακονίας μετεῖναι φάσκων. λανθάνει γὰρ οὕτω τὸν ἀκροατὴν τοῖς ἰδίοις ἐπαίνοις συνυποδυόμενος ὃς τοῦ ὑπὲρ αὑτοῦ λεγομένοις ἥδεται καὶ χάριν μὲν ἐφʼ οἶς κατώρθωσεν ἔχει, τῷ δὲ χαίρειν εὐθὺς ἕπεται τὸ θαυμάζειν καὶ ἀγαπᾶν διʼ ὃν κατώρθωσεν. ὅθεν καὶ Ἐπαμεινώνδας, Μενεκλείδου ποτὲ χλευάζοντος αὐτὸν ὡς μεῖζον τοῦ Ἀγαμέμνονος φρονοῦντα, διʼ ὑμᾶς γʼ εἶπεν ὦ ἄνδρες Θηβαῖοι, μεθʼ ὧν μόνον ἐν ἡμέρᾳ μιᾷ κατέλυσα τὴν Λακεδαιμονίων ἀρχήν.