Ancient Greek · ~3 min
Section 4
Plutarch, Περὶ τοῦ πρώτως ψυχροῦ 4
Not analysed yet
καὶ μὴν ψυχροῦ μὲν αἴσθησις ἔστιν, ὥσπερ καὶ θερμοῦ· στέρησις δʼ οὔθʼ ὁρατὸν οὔτʼ ἀκουστὸν οὔθʼ ἁπτὸν οὔτε ταῖς ἄλλαις αἰσθήσεσι γνωστόν. οὐσίας γάρ τινος αἴσθησις ἦν ὅπου δʼ οὐσία μὴ φαίνεται, νοεῖται στέρησις, οὐσίας ἀπόφασις οὖσα, καθάπερ ὄψεως τυφλότης καὶ φωνῆς σιωπὴ καὶ σώματος ἐρημία καὶ κενόν. οὔτε γὰρ κενοῦ διʼ ἁφῆς αἴσθησις ἔστιν, ἀλλʼ ὅπου μὴ γίγνεται σώματος ἁφή, κενοῦ γίγνεται νόησις οὔτε σιγῆς ἀκούομεν, ἀλλά, κἂν μηδενὸς ἀκούωμεν, σιγὴν νοοῦμεν· ὡς δʼ αὔτως καὶ τυφλῶν καὶ γυμνῶν καὶ ἀόπλων οὐκ αἴσθησις ἔστιν ἀλλʼ αἰσθήσεως; ἀποφάσει νόησις 1 ἔδει τοίνυν μὴ γίγνεσθαι ψυχρῶν αἴσθησιν, ἀλλʼ ὅπου τὸ θερμὸν ἐπιλείπει νοεῖσθαι τὸ ψυχρόν, εἴπερ ἦν θερμοῦ στέρησις· εἰ δʼ, ὥσπερ τὸ θερμὸν ἀλέᾳ καὶ διακρίσει τῆς σαρκός, οὕτω συγκρίσει καὶ πυκνώσει τὸ ψυχρὸν αἰσθητόν ἐστι, δῆλον ὅτι καὶ ψυχρότητος ἰδία τις ἔστιν ἀρχὴ καὶ πηγὴ καθάπερ θερμότητος.