Ancient Greek
Section 5
Plutarch, Περὶ τοῦ πρώτως ψυχροῦ 5
Not analysed yet
ἔτι τοίνυν ἕν τι καὶ ἁπλοῦν ἡ περὶ ἕκαστον εἶδος στέρησις, αἱ δʼ οὐσίαι πλείονας διαφορὰς καὶ δυνάμεις ἔχουσι μονοειδὲς γὰρ ἡ σιωπὴ ποικίλον δʼ ἡ φωνή, νῦν μὲν ἐνοχλοῦσα νῦν δὲ τέρπουσα τὴν αἴσθησιν. ἔχει δὲ τοιαύτας καὶ τὰ χρώματα καὶ τὰ σχήματα διαφοράς, ἐν αἷς ἄλλοτʼ ἄλλως τὸν προστυγχάνοντα διατίθησι τὸ δʼ ἀναφὲς καὶ ἄχρωστον καὶ ὅλως ἄποιον οὐκ ἔχει διαφοράν, ἀλλʼ ὅμοιόν ἐστιν.