Ancient Greek · ~5 min
Section 2
Plutarch, Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν 2
Not analysed yet
ΦΙΛ. ἐπέραινον οἱ περιηγηταὶ τὰ συντεταγμένα, μηδὲν ἡμῶν φροντίσαντες δεηθέντων ἐπιτεμεῖν τὰς ῥήσεις καὶ τὰ πολλὰ τῶν ἐπιγραμμάτων. τὸν δὲ ξένον ἡ μὲν ἰδέα καὶ τὸ τεχνικὸν τῶν ἀνδριάντων μετρίως προσήγετο, πολλῶν καὶ καλῶν ἔργων ὡς ἔοικε θεατὴν γεγενημένον ἐθαύμαζε δὲ τοῦ χαλκοῦ τὸ ἀνθηρὸν ὡς οὐ πίνῳ προσεοικὸς οὐδʼ ἰῷ, βαφῇ δὲ κυάνου στίλβοντος, ὥστε καὶ παῖξαί τι πρὸς; τοὺς ναυάρχους ʽἀπʼ ἐκείνων γὰρ ἦρκται τῆς θέασʼ οἷον ἀτεχνῶς θαλαττίους τῇ χρόᾳ καὶ βυθίους ἑστῶτας. ἆρʼ οὖν ἔφη κρᾶσίς τις ἦν καὶ φάρμαξις τῶν πάλαι τεχνιτῶν περὶ τὸν χαλκόν, ὥσπερ ἡ λεγομένη τῶν ξιφῶν στόμωσις ἧς ἐκλιπούσης ἐκεχειρίαν ἔσχεν ἔργων πολεμικῶν ὁ χαλκός; ʼ τὸν μὲν γὰρ Κορίνθιον οὐ τέχνῃ ἀλλὰ συντυχίᾳ τῆς χρόας λαβεῖν τὸ κάλλος, ἐπινειμαμένου πυρὸς οἰκίαν ἔχουσάν τι χρυσοῦ καὶ ἀργύρου, πλεῖστον δὲ χαλκὸν ἀποκείμενον· ὧν συγχυθέντων καὶ συντακέντων, ὄνομα τοῦ χαλκοῦ τῷ μείζονι τὸ πλῆθος παρέσχεν. ὁ δὲ Θέων ὑπολαβών ἄλλον ἔφη λόγον ἡμεῖς ἀκηκόαμεν πανουργέστερον· ὡς ἀνὴρ ἐν Κορίνθῳ χαλκοτύπος, ἐπιτυχὼν θήκῃ χρυσίον ἐχούσῃ πολὺ καὶ δεδοικὼς φανερὸς γενέσθαι, κατὰ μικρὸν ἀποκόπτων καὶ ὑπομιγνὺς ἀτρέμα τῷ χαλκῷ, θαυμαστὴν λαμβάνοντι κρᾶσιν, ἐπίπρασκε πολλοῦ διὰ τὴν χρόαν καὶ τὸ κάλλος ἀγαπώμενον. ἀλλὰ καὶ ταῦτα κἀκεῖνα μῦθόσἐστιν· ἦν δέ τις ὡς ἔοικε μῖξις καὶ ἄρτυσις, ὥς που καὶ νῦν ἀνακεραννύντες ἀργύρῳ χρυσὸν ἰδίαν τινὰ καὶ περιττὴν ἐμοὶ δὲ φαινομένην νοσώδη χλωρότητα καὶ φθορὰν ἀκαλλῆ παρέχουσι.