Ancient Greek · ~6 min
Section 3
Plutarch, Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν 3
Not analysed yet
τίνʼ οὖν αἰτίαν ἔφη ὁ Διογενιανός; οἴει τῆς ἐνταῦθα τοῦ χαλκοῦ χρόαςγεγονέναι καὶ ὁ Θέων ὅταν ἔφη τῶν πρώτων καὶ φυσικωτάτων καὶ ἐσομένων καὶ ὄντων, πυρὸς καὶ γῆς καὶ ἀέρος καὶ ὕδατος, μηδὲν ἄλλο τῷ χαλκῷ πλησιάζῃ μηδʼ ὁμιλῇ πλὴν μόνος ὁ ἀήρ, δῆλός ἐστιν ὑπὸ τούτου πεπονθὼς καὶ διὰ τοῦτον ἐσχηκὼς ἣν ἔχει διαφορὰν ἀεὶ συνόντα καὶ προσκείμενον· ἢ τουτὶ μὲν ᾕδεις πρὶν Θέογνιν γεγονέναι κατὰ τὸν κωμικόν, ἣν δʼ ἔχων φύσιν ὁ ἀήρ τε χρώμενος δυνάμει κατὰ τὰς ἐπιψαύσεις ἐπικέχρωκε τὸν χαλκὸν ἐπιθυμεῖς μαθεῖν; ʼ φήσαντος δὲ τοῦ Διογενιανοῦ, καὶ γὰρ ἐγώ εἶπεν ὦ παῖ· ζητῶμεν οὖν κοινῇ καὶ πρότερον, εἰ βούλει, διʼ ἣν αἰτίαν μάλιστα τῶν ὑγρῶν ἀναπίμπλησιν ἰοῦ τοὔλαιον· οὐ γὰρ αὐτόν γε δήπου τῷ χαλκῷ προστρίβεσθαι τὸν ἰόν, ἅτε δὴ καθαρὸν αὐτῷ καὶ ἀμίαντον πλησιάζοντα · οὐδαμῶς εἶπεν ὁ νεανίας,ἄλλοδʼ αὐτῷ μοι δοκεῖ τούτου τὸ αἴτιον ὑπάρχειν· λεπτῷ γὰρ ὄντι καὶ καθαρῷ καὶ διαυγεῖ προσπίπτων ὁ ἰὸς ἐκφανέστατός ἐστιν, ἐν δὲ τοῖς ἄλλοις ὑγροῖς ἀφανίζεται. ʼ καὶ ὁ Θέων εὖγʼ εἶπεν ὦ παῖ, καὶ καλῶς· σκόπει δʼ εἰ βούλει καὶ τὴν ὑπʼ Ἀριστοτέλους αἰτίαν λεγομένην ἀλλὰ βούλομαι εἶπε. φησὶ τοίνυν τῶν μὲν ἄλλων ὑγρῶν ἐπιόντα διέχειν ἀδήλως καὶ διασπείρεσθαι τὸν ἰόν, ἀνωμάλων τῶν πόρων καὶ μανῶν ὄντων· τοῦ δʼ ἐλαίου τῇ πυκνότητι στέγεσθαι καὶ διαμένειν ἀθροιζόμενον. ἂν οὖν καὶ αὐτοί τι τοιοῦτον ὑποθέσθαι δυνηθῶμεν, οὐ παντάπασιν ἀπορήσομεν ἐπῳδῆς καὶ παραμυθίας πρὸς τὴν ἀπορίαν.