Ancient Greek · ~7 min
Section 5
Plutarch, Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν 5
Not analysed yet
ἐκ τούτου γενομένης σιωπῆς, πάλιν οἱ περιηγηταὶ προεχειρίζοντο τὰς ῥήσεις. χρησμοῦ δέ τινος ἐμμέτρου λεχθέντος, οἶμαι, περὶ τῆς Αἴγωνος τοῦ Ἀργείου βασιλείας, πολλάκις ἔφη θαυμάσαι τῶν ἐπῶν ὁ Διογενιανός, ἐν οἷς οἱ χρησμοὶ λέγονται, τὴν φαυλότητα καὶ τὴν εὐτέλειαν. καίτοι μουσηγέτης ὁ θεός, καὶ τῆς λεγομένης λογιότητος οὐχ ἧττον αὐτῷ καλὸν ἢ τῆς περὶ μέλη καὶ ᾠδὰς εὐφωνίας μετεῖναι, καὶ πολὺ τὸν Ἡσίοδον εὐεπείᾳ καὶ τὸν Ὅμηρον ὑπερφθέγγεσθαι· τοὺς δὲ πολλοὺς τῶν χρησμῶν ὁρῶμεν καὶ τοῖς μέτροις καὶ τοῖς ὀνόμασι πλημμελείας καὶ φαυλότητος ἀναπεπλησμένους. παρὼν οὖν Ἀθήνηθεν ὁ ποιητὴς Σαραπίων εἶτʼ ἔφη ταῦτα τὰ ἔπη τοῦ θεοῦ πιστεύοντες εἶναι, τολμῶμεν αὖ πάλιν, ὡς λείπεται κάλλει τῶν Ὁμήρου καὶ Ἡσιόδου, λέγειν, καὶ οὐ χρησόμεθα τούτοις ὡς ἄριστα καὶ κάλλιστα πεποιημένοις, ἐπανορθούμενοι τὴν αὑτῶν κρίσιν προκατειλημμένην ὑπὸ φαύλης συνηθείας ὑπολαβὼν οὖν Βόηθος ὁ γεωμέτρης ʽ οἶσθα γὰρ τὸν ἄνδρα μεταταττόμενον ἢδη πρὸς τὸν Ἐπίκουρονʼ ,ἆρʼ οὖν ἔφη τὸ τοῦ ζωγράφου Παύσωνος ἀκήκοας; ʼ οὐκ ἔγωγʼ εἶπεν ὁ Σαραπίων. ἀλλὰ μὴν ἄξιον. ἐκλαβὼν γὰρ ὡς ἔοικεν ἵππον ἀλινδούμενον γράψαι τρέχοντʼ ἔγραψεν. ἀγανακτοῦντος δὲ τάνθρώπου, γελάσας ὁ Παύσων κατέστρεψε τὸν πίνακα· καὶ γενομένων ἄνω τῶν κάτω, πάλιν ὁ ἵππος τρέχων ἀλλʼ ἀλινδούμενος ἐφαίνετο. τοῦτό φησιν ὁ Βίων ἐνίους τῶν λόγων πάσχειν, ὅταν ἀναστρέφωσι. διὸ καὶ τοὺς χρησμοὺς; ἔνιοι φήσουσιν εὖ καὶ καλῶς ἔχειν, ὅτι τοῦ θεοῦ εἰσιν· ἄλλοι τοῦ θεοῦ μὴ εἶναι, ὅτι φαύλως ἔχουσιν. ἐκεῖνο μὲν γὰρ ἐν ἀδήλῳ· τὸ δʼ οὐκ εὖ τὰ ἔπη πεποιῆσθαι τὰ περὶ τοὺς χρησμοὺς καὶ σοὶ κριτῇ δήπουθεν, ὦ φίλε Σαραπίων, εἶπεν, ἐναργές; ἐστι. ποιήματα γὰρ γράφεις τοῖς μὲν πράγμασι φιλοσόφως καὶ αὐστηρῶς, δυνάμει δὲ καὶ χάριτι καὶ κατασκευῇ τῇ περὶ λέξιν ἐοικότα τοῖς Ὁμήρου καὶ Ἡσιόδου μᾶλλον ἢ τοῖς ὑπὸ τῆς Πυθίας ἐκφερομένοις.