Ancient Greek · ~6 min
Section 4
Plutarch, Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν 4
Not analysed yet
ὡς οὖν ἐκελεύομεν καὶ συνεχωροῦμεν, ἔφη τὸν ἀέρα τὸν ἐν Δελφοῖς, πυκνὸν ὄντα καὶ συνεχῆ καὶ τόνον ἔχοντα διὰ τὴν ἀπὸ τῶν ὀρῶν ἀνάκλασιν καὶ ἀντέρεισιν, ἔτι καὶ λεπτὸν εἶναι καὶ δηκτικόν, ὥς που μαρτυρεῖ καὶ τὰ περὶ τὰς πέψεις τῆς; τροφῆς ἐνδυόμενον οὖν ὑπὸ λεπτότητος καὶ τέμνοντα χαλκὸν ἀναχαράσσειν πολὺν ἰὸν ἐξ αὐτοῦ καὶ γεώδη, στέγειν δὲ τοῦτον αὖ πάλιν καὶ πιέζειν, τῆς πυκνότητος διάχυσιν μὴ διδούσης, τὸν δʼ ὑφιστάμενον αὐτοῦ διὰ πλῆθος ἐξανθεῖν καὶ λαμβάνειν αὐγὴν καὶ γάνωμα περὶ τὴν ἐπιφάνειαν. ἀποδεξαμένων δʼ ἡμῶν, ὁ ξένος ἔφη τὴν ἑτέραν ἀρκεῖν ὑπόθεσιν πρὸς τὸν λόγον. ἡ δὲ λεπτότης ἔφη δόξει μὲν ὑπεναντιοῦσθαι καὶ πρὸς τὴν λεγομένην πυκνότητα τοῦ ἀέρος, λαμβάνεται δʼ οὐκ ἀναγκαίως· αὐτὸς γὰρ ὑφʼ ἑαυτοῦ παλαιούμενος ὁ χαλκὸς ἀποπνεῖ καὶ μεθίησι τὸν ἰόν, ὃν ἡ πυκνότης συνέχουσα καὶ παχνοῦσα ποιεῖ ἐκφανῆ διὰ τὸ πλῆθος. ὑπολαβὼν δʼ ὁ Θέων, τί γάρ εἶπεν ὦ ξένε, κωλύει ταὐτὸν εἶναι καὶ λεπτὸν καὶ πυκνόν, ὥσπερ τὰ σηρικὰ καὶ τὰ βύσσινα τῶν ὑφασμάτων, ἐφʼ ὧν καὶ Ὅμηρος εἶπε καιροσέων δʼ ὀθονῶν ἀπολείβεται ὑγρὸν ἔλαιον, ἐνδεικνύμενος τὴν ἀκρίβειαν καὶ λεπτότητα τοῦ ὕφους τῷ μὴ προσμένειν τὸ ἔλαιον ἀλλʼ ἀπορρεῖν καὶ ἀπολισθάνειν, τῆς λεπτότητος καὶ πυκνότητος οὐ διιείσης; καὶ μὴν οὐ μόνον πρὸς τὴν ἀναχάραξιν τοῦ ἰοῦ χρήσαιτʼ ἄν τις τῇ λεπτότητι τοῦ ἀέρος, ἀλλὰ καὶ τὴν χρόαν αὐτὴν ποιεῖν ἔοικεν ἡδίονα καὶ γλαυκοτέραν, ἀναμιγνύουσα τῷ κυάνῳ φῶς καὶ αὑγήν