Ancient Greek
Dfhg-Source dfhg3_POLEMO_ILIENSIS
POLEMO ILIENSIS, Fragmenta 25
Not analysed yet
Ἐν δὲ Θήβαις Πινδάρου μὲν οὐκ ἔστιν εἰκὼν, Κλέωνος δὲ τοῦ ᾠδοῦ, ἐφ ̓ ἧ ἐπιγέγραπται· Πυθέα υἱὸς ὅδ ̓ ἐστὶ, Κλέων, Θηβαῖος ἀοιδὸς, ὅς πλείστους θνητῶν ἀμφέθετο στεφάνους κρατὸς ἐπὶ σφετέρου, καί οἱ κλέος οὐρανόμηκες. Χαῖρε, Κλέων Θήβας πατοἱδ ̓ ἐπευκλείσος. Ὑπὸ τούτου τὸν ἀνδριάντα, ὅτε Ἀλέξανδρος τὰς Θήβας κατέσκαπτε, φησὶ Πολέμων φεύγοντά τινα χρυσίον εἰ τὸ ἱμάτιον κοῖλον ὂν ἐνθέσθαι, καὶ συνοικιζομένης τῆς πόλεως ἐπανελθόντα εὑρεῖν τὸ χρυσίον μετὰ ἔτη τριάκοντα.