Ancient Greek
Dfhg-Source dfhg3_POLEMO_ILIENSIS
POLEMO ILIENSIS, Fragmenta 26
Not analysed yet
Πολέμων ἐν τῷ Περὶ τῶν Θήβησιν Ἡρακλείων φησὶ χαλκὸν τὸ ἆθλον εἶναι τοῖς ἐν Ἀρκαδίᾳ Λυκαίοις, ὥστε ἀπὸ κοινοῦ τὰ ἔργα καὶ τὸ χαλκὸν ληπτέον, ὅτε φησὶν ὁ Πίνδαρος· ὅτι ̓ ἐν Ἄργει χαλκὸς ἔγνω μιν τά τ ̓ ἐν Ἀρκαδίᾳ ἔργα καὶ Θήβαις·» δίδοται γὰρ ἐν ταύταις τρίπους χαλκοῦς. Πολλοὶ δ ̓ ἄγονται ἀγῶνες ἐν Ἀρκαδίᾳ, Λύκαια, Κόρεια, Ἀλεαῖα, Ἕρμαια· ἐν δὲ Θήβαις τὰ Ἡράκλεια· τὰ δὲ αὐτὰ καὶ Ἰολάεια καλεῖται . . . Ταῦτα Ἀριστόνικος.