Ancient Greek
Dfhg-Source dfhg3_POLEMO_ILIENSIS
POLEMO ILIENSIS, Fragmenta 28
Not analysed yet
Πολέμων δὲ, ἢ ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ἑλλαδικόν· «Ἐν Δελφοῖς, φησὶν, ἐν τῷ πινάκων θησαυρῷ παῖδές εἰσι λίθινοι δύο, ὧν τοῦ ἑτέρου Δελφοί φασι τῶν θεωρῶν ἐπιθυμήσαντά τινα συγκατακλεισθῆναι, καὶ τῆς ὁμιλίας καταλιπεῖν στέφανον. Φωραθέντος δ ̓ αὐτοῦ, τὸν θεὸν χρωμένοις τοῖς Δελφοῖς συντάξαι, ἀφεῖναι τὸν ἄνθρωπον· δεδωκέναι γὰρ αὑτῷ μισθόν.»