Ancient Greek
Dfhg-Source dfhg3_POLEMO_ILIENSIS
POLEMO ILIENSIS, Fragmenta 30
Not analysed yet
Ἔστι δὲ καὶ Δωδωναῖον χαλκεῖον παροιμία ἐπὶ τῶν πολλὰ λαλούντων. Sequitur locus Demonis (fr. 17), cujus sententiam auctor improbat. Deinde pergit: Προσθετέον οὖν τῷ περιηγητῇ Πολέμωνι ἀκριβῶς τὴν Δωδώνην ἐπισταμένῳ καὶ Ἀριστείδῃ τὰ τούτου μεταγεγραφότι, λέγοντι κατὰ τὴν δευτέραν· «Ἐν τῇ Δωδώνῃ στῦλοι δύο παράλληλοι καὶ παρεγγὺς ἀλλήλων, καὶ ἐπὶ μὲν θατέρου χαλκεῖόν ἐστιν οὐ μέγα, τοῖς δὲ νῦν παραπλήσιον λέβησι· ἐπὶ δὲ θἀτέρου παιδάριον ἐν τῇ δεξιᾷ χειρὶ μαστίγιον ἔχον, οὗ κατὰ τὸ δεξιὸν μέρος ὁ τὸ λεβήτιον ἔχων κίων ἕστηκεν. Ὅταν οὖν ἄνεμον συμβῇ πνεῖν, τοὺς τῆς μάστιγος ἱμάντας χαλκοῦς ὄντας ὁμοίως τοῖς ἀληθινοῖς ἱμᾶσιν αἰωρουμένους ὑπὸ τοῦ πνεύματος συνέβαινε ψαύειν τοῦ χαλκείου καὶ τοῦτο ἀδιαλείπτως ποιεῖν ἕως ἂν ὁ ἄνεμος διαμένῃ.»