Ancient Greek
32 to 35
POLEMO ILIENSIS, Fragmenta 32-35
Not analysed yet
Καινὸν δὲ οὐδὲν καὶ τοιοῦτον ἀνατεθεῖσθαι λίθον ἐν τοῖς ἐκεῖ· ἐπεί τοι καὶ Παλαμήδους ἐπινοησαμένου κυβείαν καὶ πεττείαν ἐν Τλίῳ εἰς παραμύθιον λιμοῦ κατασχόντος τὴν στρατιὰν λίθος ἐκεῖ ἐδείκνυτο, καθὰ Πολέμων ἱστορεῖ, ἐφ ̓ οὗ ἐπέσσευον. Μυρμισσός· πόλις περὶ Λάμψακον, ὡς Πολέμων. Εὐθηναί· πόλις Καρίας. Τὸ ἐθνικὸν καθ ̓ ἡμᾶς Εὐθηναῖος, κατ ̓ ἐκείνους δὲ Εὐθηνεύς. Πολέμων δὲ καὶ Εὐθηνίτας φησίν. Τελμισσεῖς· οἰκοῦσιν ἐν Καρίᾳ, ἀπέχοντες ἑξήκοντα στάδια Ἁλικαρνασσοῦ, ὡς Πολέμων. Τελμισσὸς δὲ πόλις ἐν Λυκίᾳ κ. τ. λ.