Ancient Greek
Dfhg-Source dfhg3_POLEMO_ILIENSIS
POLEMO ILIENSIS, Fragmenta 36
Not analysed yet
Πολέμων δ ̓ ὁ περιηγητὴς ἐν τῷ Περὶ Σαμοθρᾴκης καὶ κιττῆσαί φησι τῆς γηθυλλίδος τὴν Λητὼ, γράφων οὕτως· «Διατέτακται παρὰ Δελφοῖς τῇ θυσίᾳ τῶν θεοξενίων, ὅς ἂν κομίσῃ γηθυλλίδα μεγίστην τῆ Λητοῖ, λαμβάνειν μοῖραν ἀπὸ τῆς τραπέζης. Ἑώρακά τε καὶ αὐτὸς οὐκ ἐλάττω γηθυλλίδα γογγυλίδος καὶ τῆς στρογγύλης ῥαφανῖδο. Ἱστοροῦσι δὲ τὴν Λητὼ κύουσαν τὸν Ἀπόλλωνα κιττῆσαι γηθυλλίδος· διὸ δὴ τῆς τιμῆς τετυχηκέναι ταύτης.»