Ancient Greek
37 to 41
POLEMO ILIENSIS, Fragmenta 37-41
Not analysed yet
Salios a saliendo et saltando dictos esse quamvis dubitari non debeat, tamen Polemo ait Arcada quendam fuisse nomine Salium, que Aeneas a Mantinea in Italiam deduxerit, qui juvenes Italicos ἐνόπλιον saltationem docuerit. Ὁ δὲ Καυλιακὸς σκόπελος τῆς Σκυθίας, πλησίον τοῦ Ἴστρου· οὗ μνημονεύει Πολέμων ἐν Κτίσεσιν (sic cod. Paris. ; κτίσει vulg.) Ἰταλικῶν καὶ Σικελικῶν. Πολέμων δ ̓ ἐν πρώτῳ (ἐννάτῳ libri; corr. Schweigh.) τῶν πρὸς Τίμαιον, παρὰ Σικελιώταις φησὶν Ἀδηφαγίας ἱερὸν εἶναι, καὶ Σιτοῦς Δήμητρος ἄγαλμα, οὕ πλησίον ἱδρῦσθαι καὶ Ἱμαλίδος, καθάπερ ἐν Δελφοῖς Ἑρμούχου, ἐν δὲ Σκώλῳ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου. Οὐ τούτου οὖν τοῦ Ἄρτον ὁ νῦν καιρὸς ἦν ἀλλὰ τῶν εὑρημένων ὑπὸ τῆς Σιτοῦς καλουμένης Δήμητρος καὶ Ἱμαλίδος· οὕτως γὰρ ἡ θεὸς παρὰ Συρακοσίοις τιμᾶται, ὡς ὁ αὐτὸς Πολέμων ἰστορεῖ ἐν τῷ Περὶ Μορύχου (fr. 74)· ἐν δὲ τῷ πρώτῳ τῶν πρὸς Τίμαιον ἐν Σκώλῳ φησὶ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου ἀγάλματα ἱδρῦσθαι. Πολέμων φησὶν ἐν Μουνυχίᾳ ἥρωα Ἀκρατοπότην τιμᾶσθαι, παρὰ δὲ Σπαρτιάταις Μάττωνα καὶ Κεράωνα ἤρωας ὑπὸ τινων μαγείρων ἱδρῦσθαι ἐν τοῖς φειδιτίοις. Τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δειπνεὺς, ἀπὸ τῶν δείπνων σχὼν τὴν προσηγορίαν. Τῶν Σεμνῶν Αθήνησιν καλουμένων θεῶν τὰς μὲν δύο Σκοπᾶς ἐποίησεν ἐν τοῦ καλουμένου Λυχνέως λίθου, Κάλαμις δὲ ἣν μέσην αὐταῖν ἱστοροῦντα λέγουσι Πολέμωνα δεικνύναι ἐν τῇ τετάρτῃ Πρὸς Τίμαιον. Φύλαρχός φησι δύο αὐτὰς εἶναι, τὰ δὲ Ἀθήνησιν ἀγάλματα δύο. Πολέμων δὲ τρεῖς αὐτάς φησιν. Τρεῖς ἦσαν αὗται αἱ λεγόμεναι Σεμναὶ θεαὶ ἢ Εὐμενίδες ἢ Ἐριννύες· ὦν τὰς μὲν δύο τὰς ἑκατέρωθεν Σκοπᾶς ὁ Πάριος ἐποίησεν ἐκ τοῦ Λυχνίτου λίθου, τὴν δὲ μέσην Κάλαμις.