Ancient Greek
46 to 48
POLEMO ILIENSIS, Fragmenta 46-48
Not analysed yet
Τὸν δὲ Μαίσωνα Πολέμων ἐν τοῖς Πρὸς Τίμαιον ἐκ τῶν ἐν Σικελίᾳ φησὶν εἶναι Μεγαρέων, καὶ οὐκ ἐκ τῶν Νισαίων. Ἐξηκεστίδης . . . Μέμνητια δὲ αὐτοῦ καὶ Πολέμων ἐν τῷ δευτέρῳ Περὶ τῆς Ἀθήνησιν Ἐρατοσθένους ἐπιδημίας (ἀποδημίας cod. Ven.) ,λέγων· «Ὁ δὲ Ἐξηκεστίδης, κιθαρῳδὸς Πυθιονίκης, νικᾷ δὲ καὶ τὸν τῶν Καρνείων ἀγῶνα τὸν ἐν Λακεδαίμονι, καὶ Παναθήναια δίς.» Οἱ Σόλωνος νόμοι ἐν ξυλίναις ἦσαν ἄξοσι γεγραμμένοι . . . ἦσαν δὲ, ὥς φησι Πολέμων ἐν τοῖς Πρὸς Ἐρατοσθένην, τετράγωνοι τὸ σχῆμα διασώζονται δὲ ἐν τῷ πρυτανείῳ, γεγραμμένοι κατὰ πάντα τὰ μέρη· ποιοῦσι δ ̓ ἐνίοτε φαντασίαν τρίγωνον, ὅταν ἐπὶ τὸ στενὸν κλιθῶσι τῆς γωνίας.