Ancient Greek
Dfhg-Source dfhg3_POLEMO_ILIENSIS
POLEMO ILIENSIS, Fragmenta 49
Not analysed yet
Τοῦτο ἀπὸ τῆς δρωμένης θυσίας ταῖς Εὐμενίσι φησί· μετὰ γὰρ ἡσυχίας τὰ ἱερὰ δρῶσι, καὶ διὰ τοῦτο οἱ ἀπὸ Ἡσύχου θύουσιν αὐταῖς, καθάπερ Πολέμων ἐν τοῖς Πρὸς Ἐρατοσθένην φησὶν, οὕτω· «Τὸ δὲ τῶν Εὐπατριδῶν γένος, ὃ μετέχει τῆς θυσίας ταύτης.» Εἶτα ἑξῆς· «Τῆς δὲ πομπῆς ταύτης Ἡσυχίδαι, ὃ δὴ γένος ἐστὶ περὶ τὰς Σεμνὸς θεὰς, καὶ τὴν ἡγεμονίαν ἔχει. Καὶ προθύονται πρὸ τῆς θυσίας κριὸν Ἡσύχῳ ἱερὸν ἥρῳ, τοῦτον οὕτω καλοῦντες διὰ τὴν εὐφημίαν· οὗ τὸ ἱερόν ἐστι παρὰ τὸ Κολώνειον, ἐκτὸς τῶν Ἐννέα πυλῶν.»