Ancient Greek
Dfhg-Source dfhg3_POLEMO_ILIENSIS
POLEMO ILIENSIS, Fragmenta 58
Not analysed yet
Ἐν τούτοις ὁ Λυσίας εἰπὼν ὅτι καὶ χαλκῆ ἦν ἡ ἐγγυθήκη, σαφῶς παρίστησιν ὡς καὶ ὁ Καλλίξενος εἴρηκε λεβήτων αὐτὰς ὑποθήματα εἶναι· οὕτως γὰρ καὶ Πολέμων ὁ περιηγητὴς εἶπεν ἐν τρίτῳ τῶν Πρὸς Ἀδαῖον καὶ Ἀντίγονον, ἐξηγούμενος διάθεσιν ἐν Φλιοῦντι κατὰ τὴν Πολεμάρχειον στοὰν γεγραμμένην ὑπὸ Σίλλακος τοῦ Ῥηγίνου, οὗ μνημονένουσιν Ἐπίχαρμος καὶ Σιμωνίδἡς, λέγων οὕτως· «Ἐγγυθήκη καὶ ἐπ ̓ αὐτῆς κύπελλον.»