Ancient Greek
Dfhg-Source dfhg3_POLEMO_ILIENSIS
POLEMO ILIENSIS, Fragmenta 59
Not analysed yet
Πολἐμων δ ̓ ἐν πέμπτῳ τῶν Πρὸς Ἀντίγονον καὶ Ἀδαῖον πορφυρίωνά φησι τὸν ὄρνιν, διαιτώμενον κατὰ τὰς οἰκίας τὰς ὑπάνδρους τῶν γυναικῶν τηρεῖν πικρῶς. Καὶ τοιαύτην ἔχειν αἴσθησιν ἐπὶ τῆς μοιχευομένης, ὥσθ ̓, ὅταν τοῦθ ̓ ὑπονοήσῃ, προσημαίνει τῷ δεσπότῃ, ἀγχόνῃ τὸ ζῆν περιγράψας. «Οὐ πρότερόν τε,» φησὶ, «τροφῆς μεταλαμβάνει, εἰ μὴ περιπατήσῃ τόπον τινὰ ἐξευρὼν ἑαυτῷ ἐπιτήδειον· μεθ ̓ ὃ κονισάμενος λούεται, εἶτα τρέφεται.