Ancient Greek
Dfhg-Source dfhg3_POLEMO_ILIENSIS
POLEMO ILIENSIS, Fragmenta 83
Not analysed yet
Polemon vero in libro qui inscribitur Περὶ τῶν ἐν Σικελίᾳ θαυμαζομένων ποταμῶν, sic ait: Οἱ δὲ Παλικοὶ προσαγορευόμενοι παρὰ τοῖς ἐγχωρίοις αὐτόχθονες θεοὶ νομίζονται. Ὑπάρχουσι δὲ τούτων* ἀδελφοὶ κρατῆρες· χαμαίζηλοι. Προσιέναι δὲ ἁγιστεύοντας χρὴ πρὸς αὐτοὺς ἀπό τε παντὸς ἄγους καὶ συνουσίας, ἔτι δὲ καί τινων ἐδεσμάτων. Φέρεται δὲ ἀπ ̓ αὐτῶν ὀσμὴ βαρεῖα θείου καὶ τοῖς πλησίον ἱσταμένοις καρηβάρησιν ἐμποιοῦσα δεινήν. Τὸ δὲ ὕδωρ ἐστὶ θολερὸν αὐτῶν καὶ τὴν χρόαν ὁμοιότατον χαμαὶ ῥύπῳ λευκῷ· φέρεται δὲ κολπούμενόν τε καὶ παφλάζον, οἶαί εἰσιν αἱ δῖναι τῶν ζεόντων ἀναβολάδην ὑδάτων. Φασὶ δ ̓ εἶναι καὶ τὸ βάθος ἀπέραντον τῶν κρατήρων τούτων, ὥστε καὶ βοῦς εἰσπεσόντας ἠφανίσθαι καὶ ζεῦγος ὀρικὸν εἰσελαυνόμενον, ἔτι δὲ φορβάδας ἐναλλομένας. Ὅρκος δέ ἐστι τοῖς Σικελιώταις μέγιστος καθηραμένων τῶν προκληθέντων· οἱ δὲ ὁρκωταὶ γραμμάτιον ἔχοντες ἀγορεύουσι τοῖς ὁρκουμένοις περὶ ὧν ἄν χρῄζωσι τοὺς ὅρκους· ὁ δὲ ὁρκούμενος θαλλὸν κραδαίνων, ἐστεμμένος, ἄζωστος καὶ μονοχίτων, ἐφαπτόμενος τοῦ κρατῆρος, ἐξ ὑποβολῆς δίεισι τὸν ὅρκον. Καὶ ἂν μὲν ἐμπεδώσῃ τοὺς ῥηθέντας ῥηθέντας ὅρκους, ἀσινὴς ἄπεισιν οἴκαδε· παραβάτης δὲ γενόμενος τῶν θεῶν ἐμποδὼν τελευτᾷ. Τούτων δὲ γινομένων, ἐγγυητὰς ὑπισχνοῦνται καταστήσειν τοῖς ἱερεῦσιν, [οἷς] ἐάν τι νεαρὸν γένηται κάθαρσιν ὀφλισκάνουσι τοῦ τεμένους. Περὶ δὲ τὸν τόπον τοῦτον ᾤκησαν Παλικηνοὶ πόλιν ἐπώνυμον τούτων τῶν δαιμόνων Παλικήν.