Ancient Greek
Dfhg-Source dfhg3_POLEMO_ILIENSIS
POLEMO ILIENSIS, Fragmenta 84
Not analysed yet
Πολέμων δ ̓ ὁ περιηγητὴς ἐν τῷ Περὶ θαυμασίων Ἀρχέστρατόν φησι τὸν μάντιν ἀλόντα ὑπὸ τῶν πολεμίων καὶ ἐπὶ ζυγὸν ἀναβληθέντα ὀβολοῦ ὁλκὴν εὑρεθῆναι ἔχοντα· οὕτως ἦν ἰσχνός. Ὁ δ ̓ αὐτὸς ἱστορεῖ ὡς καὶ Πανάρετος ἰατρῷ μὲν οὐδὲν ὡμίλησεν, Ἀρκεσιλάου δὲ ἠκροᾶτο τοῦ φιλοσόφου, καὶ ὅτι συνεγένετο Πτολεμαίῳ τῷ Εὐεργέτῃ, τάλαντα δώδεκα τὸν ἐνιαυτὸν λαμβάνων. Ἦν δὲ ἰσχνότατος, ἄνοσος διατελέσας.