Ancient Greek
Dfhg-Source dfhg3_POLEMO_ILIENSIS
POLEMO ILIENSIS, Fragmenta 88
Not analysed yet
Πολέμων δ ̓ ἐν τῷ Περὶ τοῦ δίου κῳδίου φησί· «Μετὰ δὲ ταῦτα τὴν τελετὴν ποιεῖ, καὶ αἱρεῖται ἐκ τῆς θαλάμης καὶ νέμει **ὅσοι ἄνω τὸ κέρνος περιενηνοχότες. Τοῦτο δ ̓ ἐστὶν ἀγγεῖον κεραμεοῦν, ἔχον ἐν αὑτῷ πολλοὺς κοτυλίσκους κεκολλημένους· ἔνι δ ̓ ἐν αὐτοῖς ὅρμινοι, μήκωνες λευκοὶ, πυροὶ, κριθαὶ, λάθυροι, ὦχροι, φακοὶ, κύαμοι, ζειαὶ, βρόμος, παλάθιον, μέλι, ἔλαιον, οἶνος, γάλα, ὄιον ἔριον ἄπλυτον. Ὁ δὲ τοῦτο βαστάσας, οἷον λικνοφορήσας, τούτων γεύεται.»