Ancient Greek
Dfhg-Source dfhg3_POLEMO_ILIENSIS
POLEMO ILIENSIS, Fragmenta 89
Not analysed yet
Ἄρτου δεῖ, καὶ οὐ τῶν Μεσσαπίων βασιλέως, λέγω τῶν ἐν Ἰαπυγίᾳ, περὶ οὗ καὶ σύγγραμμά ἐστι Πολέμωνι. Μνημονεύει δ ̓ αὐτοῦ καὶ Θουκυδίδης ἐν ἑβδόμῃ καὶ Δημήτριος ὁ κωμῳδοποιὸς ἐν τῷ ἐπιγραφομένῳ δράματι Σικελίᾳ διὰ τοῦτων· Κάκεῖθεν εἰς τὴν Ἰταλίαν ἀνέμῳ νότῳ διεβάλομεν τὸ πέλαγος εἰς Μεσσαπίους· Ἄρτος δ ̓ ἀναλαβὼν ἐξένισεν ἡμᾶς καλῶς· ξένος γε χαρίεις ἠν ἐκεῖνος καὶ μέγας καὶ λαμπρός.