Ancient Greek
134.2
Polus Lucanus, Fragmentum 134.2
Unproofread scanNot analysed yet
EK TΩN ΠΩΛΟΥ ΛΕΥΚΑΝΟΥ ΤΟΥ ΠΥΘΑΓΟΡΕΙΟΥ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ. Δοκεῖ μοι τῶν ἄνδρῶν τῶν δικαιοσύναν ματέρα τε καὶ τιθάναν τῶν ἀλλῶν ἀρετῶν προσειπέν· ἄτερ γὰρ ταύτας οὔτε σώφρονα, οὔτε ἀνδρῆον, οὔτε φρόνιμον οἶόν τε ἦμεν. Ἄρμονία γὰρ ἐντὶ καὶ εἰράνα τὰς ὅλας ψυχὰς μετ’ εὐρυθμίας. Ἄγλοφανέστερον δὲ κα γένοιτο τὸ ταύτας κράτος ἐτάζουσιν ἄμὶν τὰς ἄλλας ἔξιας. μερικὰν γὰρ ἔχοντι αὐται ἄ τὰν ὠφέλειαν καὶ ποθ’ ἔνᵇ, ἄ δὲ ποθ’ ὅλα τὰ συστάματα καὶ ἐν πλάθει. Ἔν κόσμῳ μὲν ὧν αὐτὰ τὰν ὅλαν ἀρχὰν διαστραταγοῖσα πρόνοιά τε καὶ ἄρμονία καὶ δίκαι καὶ νόμος ᶜ τινὸς θεῶν οὕτω φαριζαμένων· ἐν πολὶ ἄ δὲ εἰράνα τε καὶ εὐνομία δικαίως κέκληται· ἐν οἴκῳ δ’ ἐντὶ ἄνδρὸς μὲν καὶ γυναικὸ