Ancient Greek
135.1
Polus Lucanus, Fragmentum 135.1
Unproofread scanNot analysed yet
ποτ' ἀλλάλως ὁμορροσύνα, οἰκετῶν δὲ ποτὶ δεσπότας εὔνοια, δεσποτῶν δὲ ποτὶ θεραπόντας καθεμονία· ἐν σώματι δὲ πρᾶτα μὲν καὶ ἅπασιν ἀγαπατότατα ζωοῖς ἄ τε ὑγίεια καὶ ἀρτιότης· ἐν δὲ ψυχῇ σοφία ἄ ἐκ τῆς ἐπιστάμας τε καὶ δικαιοσύνας γενομένα παρ' ἀνθρώποις. Αἱ δ' αὐταc τὸ ὅλον καὶ τὰ μέρεα οὕτω παιδαγωγεῖ τε καὶ σώζει ὁμόφρονα καὶ ποτάγορα ἀλλήλοις ἀπεργαζομένα, πῶς οὐ μάτηρ καὶ τιθάνα πασῶν τε καὶ πάντων παμψαφεὶ κα λέγοιτο;