Ancient Greek · ~2 min
45. Περὶ διώξεων.
Polyaenus, Excerpta Polyaeni 45. Περὶ διώξεων.
Not analysed yet
Ὅτι Λυκοῦργος προσέτασσε τοῖς Λάκωσι τοὺς πολε- μίους φεύγοντας μὴ φονεύειν, ἵνα τὸ φεύγειν ἡγῶνται τοῦ μένειν λυσιτελέστερον. Ὅτι Ἀγησίλαος τοῖς φεύγουσι τῶν πολεμίων δίοδον δι- δόναι παρήγγειλεν. Ὅτι Ἰφικράτης τοὺς πολεμίους εἰς φυγὴν τρεψάμενος παρήγγειλε [ἐν] ποταμῶν διαβάσεσι καὶ τόποις στενοῖς καὶ τάφροις ταύτῃ μάλιστα κυκλοῦσθαι τοὺς φεύγοντας οὐ χρὴ, ἵνα μὴ ἀναγκάζοιντο ἐξ ἀπονοίας μάχεσθαι. καὶ ὅτι τῶν τειχῶν ἐγγὺς διώκειν οὐ συμφέρει· πολλοὶ γὰρ ἤδη λαθόντες ἐντὸς βέλους ἐγένοντο καὶ κακῶς παθόντες ἀνεχώρησαν.