Ancient Greek · ~13 min
46. Περὶ τῆς ἐν τῇ ἀναχωρήσει ἀσφαλείας.
Polyaenus, Excerpta Polyaeni 46. Περὶ τῆς ἐν τῇ ἀναχωρήσει ἀσφαλείας..1
Not analysed yet
[Ὅτι Βρασίδας] ἐν τόπῳ στενῷ προσκειμένων κατὰ τὴν οὐραγίαν τῶν πολειμίων ἐκέλευσεν ἀπὸ λόφου κόπτοντας ἐν μέρει ξύλα κομίζειν· τὴν δὲ ὕλην πῦρ ἐμβαλὼν ἐνέπρησεν, ὥστε πολλῆς φλογὸς αἰρομένης οἱ πολέμιοι κατὰ τὴν οὐρα- γίαν προσπίπτειν ἐκωλύοντο, αὐτὸς δὲ ἀσφαλῶς ἀνεχώρησεν. Ὅτι Ξενορῶν τῶν βαρβάρων κατὰ τὴν πορείαν ἐπί- κειμένων τάξας ἀμφίστομον τὴν φάλαγγα, ὅσα ἦν ἀναγκαῖα σκευοφόρα, λαβὼν ἐντὸς ἐπορεύετο καταστήσας ἐπὶ τῆς οὐρα- γίας ἱππεῖς, ἀκοντιστὰς, πελταστὰς, οἳ τοὺς προσπίπτοντας τῶν βαρβάρων ἀπεκρούοντο. Ὅτι Κλέαρχος Κύρου πεσόντος ἀναχωρῶν μετὰ τῶν Ἑλλήνων [ἐστρατοπέδευεν ἐν κώμῃ] τροφὴν ἄφθονον ἐχούσῃ. Τισσαφέρνης πρέσβεις πέμψας ἠξίου μένειν αὐτόθι τοὺς Ἔλληνας παραδόντας αὐτῷ τὰ ὅπλα. Κλέαρχος ὑπεκρίνετο προσίεσθαι τοὺς λόγους, ὅπως Τισσαφέρνης ἐλπίδι σπονδῶν ἐς τὰς κώμας διαπέμψειεν τοὺς πολλοὺς τῶν Περσῶν. ὁ μὲν δὴ νομίσας εἶξαι τὸν Κλέαρχον διέλυσε τὴν δύναμιν, ὁ δὲ νύκτωρ τοὺς Ἕλληνας ἐξαγαγὼν τῇ πορείᾳ προέλαβεν ἡμέ- ραν ὅλην καὶ νύκτα Τισσαφέρνου βραδέως τοὺς διαλυθέντας συναγαγόντος. Ὅτι Ἰφικράτης πολενμίους ἔγγυθεν ἐπικειμένους λαθεῖν βουλόμενος καὶ ἀκινδύνως ἀναζεῦξαι, ὅσα ἦν ἐν τῷ τόπῳ δένδρα, περιέκοψε καὶ προσήρτησεν αὐτοῖς ἀσπίδας, κράνη, δόρατα, ὡς ἂν οἱ πολέμιοι φαντασίαν ἔχοιεν μενόντων, αὐτὸς δὲ ἀσφαλῶς ἀναζεύξοι. Ὅτι Χαβρίας διὰ στενῶν τόπων ἀναχωρῶν τοὺς εὐρώ- στους οὐραγεῖν προσέταξεν διὰ τὸ τοὺς πολεμίους ἐπικεῖσθαι. Ὅτι ὁ αὐτὸς ἐπικειμένων αὐτῷ πολεμίων, ὧν Ἀγησί- λαος ἦρχεν, συναγαγὼν τοὺς στρατιώτας ἐπὶ λόφον ὑψηλὸν, τὰ σκευοφόρα καὶ τοὺς αἰχμαλώτους ἀγαγὼν ἐπὶ τὸ ὀχυρώ- τατον περιεστρατοπέδευσεν. οἱ δὲ Λάκωνες ἀπὸ πέντε στα- δίων ἀντεστρατοπέδευσαν. Χαβρίας παρήγγειλεν ὡς πλεῖστα πυρὰ καίειν διὰ νυκτὸς καὶ περὶ δευτέραν φυλακὴν τὰ μὲν ὑποζύγια καὶ τὰ βοσκήματα καταλιπεῖν, αὐτοὺς δὲ ἀναχωρεῖν κατὰ τὸ ὄπιθεν μέρος τοῦ λόφου. οἱ μὲν δὴ λαθόντες ἀνε- χώρησαν, οἱ δὲ Λάκωνες τό τε πῦρ ὁρῶντες τῆς τε φωνῆς τῶν ὑποζυγίων ἀκούοντες ὑπὸ τὴν ἕω διασκευασάμενοι πρὸς μάχην σύνθημα λαβόντες τῷ λόφῳ προσῆγον. ἐπεὶ δὲ ἐγγὺς γενόμενοι κενὸν τὸ στρατόπεδον εἶδον, ἐβόησεν Ἀγησίλαος· ῾ἄριστός γε στρατηγὸς Χαβρίας. Ὅτι Χάρης ἀπῆγεν στρατόπεδον ἐκ Θρᾳκης· ἐπέκειντο οἱ Θρᾷκες καὶ τὴν οὐραγίαν ἔθραυον. ὁ δὲ βουλόμενος ἀπο- σπάσαι τοὺς πολεμίους καὶ διελθεῖν ἀσφαλῶς, τόπον ὕποπτον συνιδὼν ἀναβιβάσας τῶν σαλπιγκτῶν ἐπὶ τοὺς ἵππους καὶ συμπέμψας αὐτοῖς ὀλίγους τῶν ἱππέων ἐκέλευσε περιιππευσα- μένους τὴν ταχίστην γενομένους ὄπιθεν τῶν πολεμίων τὸ πολεμικὸν σημῆναι. οἱ μὲν ἐσήμαναν, οἱ δὲ Θρᾷκες ἐνέδραν εἶναι νομίσαντες τὴν τάξιν λύσαντες ἔφυγον. Χάρης δὲ ἀσφαλῶς τὴν ἀναχώρησιν ἐποιήσατο. Ὅτι Φίλιππος διωκόμενος ὑπὸ Θρᾳκῶν παρήγγειλεν, ἐπειδὰν ὁ σαλπιγκτὴς φεύγειν σηγμήνῃ, τοῖς μὲν οὐραγοῦσι προβαλλομένοις μένειν, τοῖς δὲ ἄλλοις φεύγειν, ὅπως τοῖς μὲν πολεμίοις ἐπιστήσειε διώκοντας, τοῖς δὲ οἰκείοις προλα- βεῖν τῆς ὁδοῦ παράσχοι. Ὅτι ὁ αὐτὸς τὰς παρόδους τῆς Βοιωτίας Βοιωτῶν φυ- λασσόντων —ἦν δὲ στενὸς αὐχὴν ὄρους —οὐκ ἐπὶ τοῦτον ὥρμησεν, ἀλλὰ τήν τε χώραν πυρπολῶν καὶ τὰς πόλεις πορθῶν φανερὸς ἦν. Βοιωτοὶ δὲ οὐχ ὑπομένοντες ὁρᾶν τὰς πόλεις πορθουμένας κατέβησαν ἀπὸ τοῦ ὄρους. Ρίλιπ- πος ὑποστρέψας διὰ τοῦ ὄρους ἀνεχώρησεν. Ὅτι Ἀννίβας ὑπὸ Ῥωμαίων ἐν στενοχώροις ἀποκλει- σθεὶς τόποις ὑπʼ αὐτῶν φυλασσομένοις ταύρους συναγαγὼν καὶ ἐπὶ τῶν κεράτων λαμπάδας ὑφάψας ἐς τὸ στενωπὸν ἐνεβίβασεν. διʼ ὧν τοὺς παραφυλάττοντας ἐκπλήξας εἰς φυγὴν ἔτρεψεν, αὐτὸς δὲ ἀσφαλῶς ἀνεχώρησεν. Ὅτι ὁ αὐτὸς ἀναζεῦξαι βουλόμενος ἀπέλιπε τοὺς ἱππεῖς, ὅπως ὁ Ῥωμαίων στρατηγὸς ὁρῶν αὐτοὺς μὴ ἐννοήσῃ τὴν ἀνάζευξιν. ἐκεῖνοι γὰρ ἔμελλον ῥᾳδίως ἀφιππάζεσθαι.