Ancient Greek · ~6 min
47. Φυγὴ ἐκ τόπων ἐπικινδύνων.
Polyaenus, Excerpta Polyaeni 47. Φυγὴ ἐκ τόπων ἐπικινδύνων.
Not analysed yet
Ὅτι Βρασίδας ὑπὸ πολεμίων ἐν κορυφαῖς ὄρους ἀπο- κλεισθεὶς, ἐπειδὴ περιτείχισμα οἱ πολέμιοι ἐποίουν εἰς τὸ τελείως αὐτούς ἀφανίσαι, τῶν στρατιωτῶν αὐτῷ καταγογγυ- ζόντων αὐτὸς ἔφη τὸν καιρὸν εἰδέναι τῆς μάχης. ἡνίκα δὲ ἐθεάσατο ἤδη μέλλοντας ἐναποκλείειν τὸ περιτείχισμα, τοῦτον ἔφη τὸν καιρὸν εἶναι, ὡς κατὰ νώτου μὴ δυναμένων τῶν πολεμίων ἐπιτίθεσθαι, ἀλλὰ καὶ τὸ πλῆθος αὐτῶν ἀχρη- στότερον τῷ περιτειχίσματι γενέσθαι. Ὅτι Κόνων ἐν Μιτυλήνῃ κατακεκλεισμένος ὑπὸ Λακε- δαιμονίων σπεύδων Ἀθηναίοις μηνῦσαι τὴν πολιορκίαν, λαθεῖν τοὺς ἐφορμοῦντας οὐχ οἷός τε ὢν, κατασπάσας δύο τὰς ταχυναυτούσας ναῦς καὶ τοὺς ἀρίστους ἀπὸ τῶν πλη- ρωμάτων ἐρέτας ἐμβιβάσας ἑσπέρας προϊούσης θεασάμενος τοὺς παραφυλάσσοντας ἀνὰ τὴν γῆν ἐσκεδασμένους ἀφῆκε τὰ σκάφη παραγγείλας πλεῖν δρόμον ἀλλήλοις ἐναντίον, ἵνʼ εἰ καὶ θάτερον ἁλίσκοιτο, θἄτερον γοῦν σωθῆναι δυνηθῇ. ἄμφω δʼ ἐσώθη τῶν πολεμίων κατὰ τὴν ἀσχολίαν διῶξαι βραδυνάντων. Ὅτι τοῦτο ποιεῖ καὶ ἐάν τις τὴν ἀποσκευὴν πρὸς ἕτερον τόπον σκήψηται ἀποστεῖλαι, ὡς ἂν τοῦτο μαθόντες οἱ πολέ- μιοι ἐκεῖσε τὴν φυλακὴν μετατρέπωσιν. ἀλλὰ καὶ ἡνίκα τις ἴδῃ προκατειλημμένας τὰς διεξόδους, σχηματίσηται ὡς πρὸς τὴν πόλιν τῶν ἐναντίων καὶ τὰς χώρας χωρεῖν, ὡς ἂν οἱ πολέμιοι φόβῳ τῶν ἰδίων ἀπολίποιεν τὰς διεξόδους. Ὅτι τοῦτο ποιεῖ, ἡνίκα τις ἀποκεκλεισμένος σαλπιγκτὰς ἀποστείλας ὑπὲρ νώτου τῶν πολεμίων σαλπίσαι παραγγείλῃ, ὡς ἂν ἐκεῖσε τραπέντες οἱ πολέμιοι τὴν φυλακὴν ἀπολίποιεν. Ἀλλὰ καὶ εἴ τις τάραχον κατὰ θάτερον μέρος ποιήσῃ, ὡς ἂν δόξαντες οἱ πολέμιοι ἐκεῖσε αὐτοὺς ἀναχωρεῖν αὐτόθι χωρήσωσιν καταλιπόντες τὴν φυλακήν. Ἀλλὰ καὶ εἴ τις ξύλα ξηρὰ ὑποθλήσας ἐπιθήσῃ τούτοις χλωρὰ καὶ ὑφάψει, ὡς ἂν ὁμιχλώδης ὁ ἀὴρ γενόμενος ἐπι- σκοτίζοιντο οἱ πολέμιοι.