Ancient Greek · ~6 min
48. Ποταμῶν διαβάσεις.
Polyaenus, Excerpta Polyaeni 48. Ποταμῶν διαβάσεις.
Not analysed yet
[Ὅτι] τοῦτο ποιεῖ, ἡνίκα τις ἑτέρωθι ἀπόμοιραν ἀπο- στείλας προτρέψηται τὸν πόρον ποιῆσαι, αὐτὸς δὲ κατὰ στόμα βιάζοιτο, ὡς ἂν τῶν πεμφθέντων διαβάντων τοὺς ἀντι- καθημένους τροπώσωνται. Ἀλλὰ καὶ ἡνίκα τις φημίσῃ, ὡς χρησμός ἐστι τὸν πρό- τερον περάσαντα τροπωθπηναι. Ὅτι, ἡνίκα τις ποταμὸν μέλλοι περᾶν, προοφείλει ἡγεῖ- σθαι τὸν μέχρις ὀμφαλοῦ πόρον ὑπὲρ τὸν [ποταμὸν], ὡς ἂν τῷ ὕδατι τὸ πλέον παραφυλάττοιτο τοῦ σώματος ἀλώβητον ἐκ τῶν βελῶν τῶν ὑπεναντίων, τὸ δὲ ἄλλο ἐκ τῆς ἀσπίδος. Ἀλλὰ καὶ ἡνίκα τις ὁμιχλώδη ποιήσῃ τὸν ἀέρα ὑπο- θεὶς ξύλα ξηρὰ χλωροῖς καὶ ὑποκαύσας, ὡς ἂν μὴ ὡρᾶται ὁ ἀὴρ, ἕως ἂν διαπεράσωσιν. Ἀλλὰ καὶ ἡνίκα τις ἐπικειμένων πολεμίων μέλλων περᾶν ἀκινδύνως ὕλην συλλέξας ἐμπρήσῃ καὶ κωλύσῃ διὰ τούτων τὴν ὁρμὴν αὐτῶν, αὐτὸς δὲ ἀκινδύνως διαβῇ. Ῥευματώδους ποταμοῦ χρηματίζοντος χρὴ τοὺς εὐρώ- στους ἔχοντας ἱππεῖς ἐς τετραφαλαγγίαν προτάξαι καὶ ὑπερ- άνω περᾶν κελεῦσαι, τοὺς ἀδυνάτους δὲ καὶ πεζοὺς κάτω- θεν, ὡς ἂν τὸ πολὺ ῥεῦμα ἐκεῖθεν κωλύοιτο. Ἀλλὰ καὶ ἡνίκα τις ἀμάξας συζεύξας σανιδώσῃ καὶ ἄνω καὶ ὑποκάτω καὶ πάλιν ἐν αὐταῖς ἄλλας ὑπερθήσῃ, δύναται γεφυρῶσαι καὶ διαπεράσαι δηλονότι σχοινίοις αὐτὰς ἐφελκό- μενος παρά τινων μετὰ εὐρώστων ἵππων προπερασάντων. Ἀλλὰ καὶ ἡνίκα τις ἀντιστρατοπεδευόντων πολεμίων τὰς μεγίστας σκηνὰς προστήσῃ καὶ ἀπατήσῃ τοὺς ὑπεναν- τίους, ὡς χάρακα βάλλοι, ἵνα κἀκεῖνοι τὰ ὅμοια ποιῆσαι πεισθῶσιν, αὐτὸς δὲ παρεσκευασμένην ὀπίσω παραφυλάξῃ τὴν δύναμιν, τῶν πολεμίων δὲ ἀνετοίμων ὄντων αὐτὸς ἕτοι- μος διαπεράσῃ ἢ χρόνον ἐπὶ συχνὸν ἀντιστρατοπεδεύσῃ ὡς ἀπορῶν δῆθεν πορείας· ἡνίκα δὲ ἴδῃ καταμελήσαντας τοὺς πολεμίους, τότε ἀπόμοιραν στρατοῦ πρὸς ἕτερον πόρον ἀπο- στείλας αὐτὸς ἀνιπαρακάθηται, ἕως ἂν κατὰ νώτου αὐτῶν γένωνται.