Ancient Greek · ~2 min
49. Ὀρῶν ἀποτόμων ἀναβάσεις.
Polyaenus, Excerpta Polyaeni 49. Ὀρῶν ἀποτόμων ἀναβάσεις.
Not analysed yet
Ὅτι Φίλιππος βουλόμενος ἀπατῆσαι τοὺς πολεμίονς καταλιπεῖν τὰς φυλακὰς τῶν ἀποτόμων ὀρῶν ἐπιστολὴν πε- πλασμένην κρατηθῆναι τοῖς πολεμίοις ἐποίησεν ὡς πρός τινα τῶν αὐτοῦ στρατηγῶν περιέχουσαν, ὡς μέλλοι τὴν ἀνάζευξιν ποιεῖσθαι διὰ τὸ τοὺς Θρᾷκας νεωτερίζειν αὐτῷ, ὅπως καὶ αὐτὸς προϋπαντήσοι. ταύτης οὖν κρατηθείσης παρὰ τῶν πολεμίων εἶτα καὶ αὐτὸς σχηματισάμενος τὴν ἀνάζευξιν ἔπεισεν αὐτοὺς καταλιπόντας τὰς φυλακὰς ἀμελεῖν· αὐτὸς δὲ λαθὼν κατέλαβεν τὰς δυσδιεξόδους καὶ οὕτως διέβη ἀκωλύτως. Ὅτι καὶ ἀμαξῶν καταφερομένων σύσκουτα ποιήσας Ἀλέξανδρος ἠδυνήθη ἐπελθεῖν τοῖς πολεμίοις ἐξ ὑπερδεξίου ἱσταμένοις.