Ancient Greek · ~4 min
50. Περὶ ἀποσκευῆς.
Polyaenus, Excerpta Polyaeni 50. Περὶ ἀποσκευῆς.
Not analysed yet
Ὅτι Ἀλέξανδρος ὁρῶν τοὺς οἰκείους μὴ προθυμουμέ- νους δῃοῦν τὴν ἀλλοτρίαν διὰ τὸ πλείστην ἀποσκευὴν ἐκ τῆς στρατείας συλλέξασθαι αὐτὸς πρῶτος τὰς βασιλικὰς ἁμά- ξας κατέπρησεν, εἶτα τὰς τῶν ὑπηκόων, ὡς ἂν ἐν χρείᾳ τοῦ πάλιν κτήσασθαι καταστάντες δῃώσωσι προθυμότερον. Ὅτι Ἀντίγονος ὡς εἶδεν Εὐμένους ἀνὰ τὸ πεδίον ἔκτα- ξιν οὐκ ὀχυρὰν, τοῖς ὀπισθοφυλακοῦσιν ἐπιπέμψας ἱππικὰ στίφη πολὺ μέρος τῆς ἀποσκευῆς αὐτοῦ ἔλαβεν. Ὅτι ὁ αὐτὸς Εὐμένει παρατάσσων, ἐπειδὴ εἶδεν τοὺς τοῦ Εὐμένους πολλὴν ἀποσκευὴν ἔχοντας, τοῦ πολέμου συγ- κροτηθέντος αὐτὸς ἀποχωρήσας ἴλην ἱππέων ἱκανὴν [ἀπο- στείλας] συνέλαβεν τὴν ἀποσκευὴν τῶν Εὐμενείων. νικήσαντες δὲ οἱ τοῦ Εὐμένους καὶ ἐπὶ τῇ νίκῃ γεγηθότες, ἐπειδὴ εἶδον συλληφθεῖσαν αὐτῶν παρὰ τῶν πολενμίων τὴν ἀποσκευὴν ἐπρεσβεύοντο πρὸς Ἀντίγονον ἀγοράσαι τὰ φίλτατα. ὁ Ἀντί- γονος δὲ προῖκα πᾶσιν ἀπεδίδου τὰ φίλτατα. οἱ δὲ εὐνοϊ- κῶς διατεθέντες πρὸς αὐτὸν δήσαντες Εὐμένην παρέδωκαν Ἀντιγόνῳ καὶ προσετέθησαν αὐτῷ.