Ancient Greek · ~5 min
51. Ἅλωσις ἑνὸς ἀνδρός.
Polyaenus, Excerpta Polyaeni 51. Ἅλωσις ἑνὸς ἀνδρός.
Not analysed yet
Ὅτι Ἀρταξέρξης προσέταξεν Ὀρόντῃ ἀγαγεῖν Τηρίβαζον σατράπην Κύπρου δεδεμένον. ὁ δὲ ὑποκάτω μὴ ἐντεταμ- μένης κλίνης λάκκον ὀρύξας, καλέσας Τηρίβαζον διαλεξόμενος ἀπόρρητα καὶ οὕτως εἰς τὸν βόθρον βαλὼν ἔδησε καὶ ἤγαγε πρὸς Ἀρταξέρξην. Ὅτι ὁ αὐτὸς βουλόμενος στρατηγὸν αὐτοῦ ἀνυπόπτως ἀποκτεῖναι ποιήσας δύο ἐπιστολὰς, τὴν μὲν μίαν πρὸς αὐτὸν περιέχουσαν, ὡς τὴν πᾶσαν φροντίδα τοῦ πολέιμου αὐτῷ ἀνατίθεται, ἑτέραν δὲ πρός τινα τῶν οἰκείων αὐτοῦ παρ- αγγείλας δεδεμένον αὐτὸν ἢ καὶ ἀποκτείναντα ἀποπέμψαι πρὸς αὐτὸν τὴν τούτου κεφαλήν. ὁ δὲ προσκαλεσάμενος αὐτὸν πρός τινα ἰδιάζοντα τόπον μήκοθεν τοῦ στρατοπέδου ὡς ἀπορρήτους βουλάς βούλοιτο αὐτῷ ἀνατίθεσθαι, ἐπειδὴ μετὰ τῶν οἰκείων μόνων εἶδεν αὐτὸν ἐλθόντα, δήσας ἐπέστειλε πρὸς τὸν βασιλέα. καὶ καθʼ ὁδοῦ οἱ ἀποκομίζοντες ἀπ- ἐκτειναν αὐτόν. Ὅτι Μιθραδάτῃ βασιλεὺς προσέταξεν ἀποστάντα Δατά- μην κτεῖναι ἢ ἄγειν. Μιθραδάτης ὑποκρίνεται καὶ αὐτὸς ἀποστῆναι βασιλέως. οὐ μὴν ὅ γε Δατάμης ἐπίστευσεν, εἰ μὴ πρόσθεν πολλὰ λυμανῆται τῇ βασιλέως ἀρχῇ. καὶ δὴ πολλὰ ἐλυμήνατο καὶ δόξας πολέμιος βασιλικὸς εἶναι ἔπει- σεν αὐτὸν συνελθεῖν μετʼ αὐτοῦ διαλέξεως ἕνεκα περὶ ὧν χρή. ὁ δὲ Μιδραδάτης προκατασκευασμένους ἔχων στρα- τιώτας μετὰ ἐγχειριδίων ἐν ἐκείνῳ τῷ χωρίῳ τοῦτον ἀπ- ἐκτεινεν.