Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ
Polyaenus, Strategemata 1. ΑΡΓΑΙΟΣ.
Not analysed yet
Ἀργαῖος βασιλεὺς Μακεδόνων, Ταυλαντίων Γά- λαυρος· Ταυλάντιοι στρατεύουσιν ἐπὶ Μακεδόνας. Ἀργαῖος, ἦν γὰρ αὐτῷ χεὶρ ὀλίγη, κελεύει τὰς παρ- θένους τῶν Μακεδόνων, ἐπειδὰν οἱ πολέμιοι προσάγωσι τὴν φάλαγγα, αὐτοῖς ἐκ τοῦ ὄρους τῆς Ἐρεβοίας ἐπι- φανῆναι. οἱ μὲν δὴ προσῆγον· αἱ δὲ ἐπεφάνησαν καὶ κατῄεσαν ἀπὸ τοῦ ὄρους παρθένοι πολλαὶ θύρσους ἀντὶ δοράτων πάλλουσαι καὶ στεφάνοις τὰ πρόσωπα σκιάζουσαι. Γάλαυρος ἐξεπλάγη ἄνδρας εἶναι τὰς παρ- θένους ἀπὸ μακροῦ νομίζων καὶ τὸ ἀνακλητικὸν ὑπε- σήμηνεν· Ταυλάντιοι δὲ ἔφευγον τά τε ὅπλα ἀποβα- λόντες καὶ τὰ σκευοφόρα καταλιπόντες. Ἀργαῖος ἀμαχεὶ κρατήσας ἱερὸν ἱδρύεται Διονύσῳ Ψευδάνορι καὶ τὰς παρθένους, ἃς πάλαι Κλώδωνας ἔκλῃζον οἱ Μακεδόνες, αὐτὸς κλῄζειν ἔταξε διὰ τὴν μίμησιν τῶν ἀνδρῶν Μιμαλλόνας.