Ancient Greek · ~2 min
15. ΔHMΗTPIΟΣ ΦΑΛHPΕΥΣ. to 16. ΦIΛOKΛHΣ.
Polyaenus, Strategemata 15. ΔHMΗTPIΟΣ ΦΑΛHPΕΥΣ.-16. ΦIΛOKΛHΣ.
Not analysed yet
Δημήτριος Φαληρεὺς συλλαμβάνεσθαι μέλλων ὑπὸ τοῦ Θρᾳκῶν βασιλέως κατακρύψας αὐτὸν ἐς ἅμαξαν χορτοφόρον ἐς τὴν ὅμορον χώραν διεσώθη. Φιλοκλῆς, Πτολεμαίου στρατηγὸς, Καύνῳ προσ εστρατοπέδευσε καὶ χρήμασι διαφθείρας τοὺς σιτοφύ- λακας συνέθετο. οἱ μὲν ἐν τῇ πόλει παρήγγειλαν τοῖς στρατιώταις δώσειν [σῖτον]· οἱ δὲ τὰς φυλακας τῶν τειχῶν ἀπολιπόντες τὸν σῖτον ἐμετροῦντο. Φιλοκλῆς ἐν τούτῳ τῷ καιρῷ προσπεσὼν ἀφύλακτον ἔλαβε τὴν πόλιν.