Ancient Greek · ~3 min
Book 1
Polyaenus, Strategemata 1.13. ΜΕΝΕΛΑΟΣ.
Not analysed yet
Μενέλαος ἐπανιών ἀπʼ Αἰγύπτου τὴν Ἑλένην ἄγων Ῥόδῳ προσέσχε. Τληπολέμου δὲ ἐν Τροίᾳ τε- θνηκότος γυνὴ Πολυξώ πενθοῦσα, ἐπειδή τις ἤγγειλε Μενέλεων μετὰ τῆς Ἑλένης ἥκειν, τιμωρῆσαι τῷ ἀνδρὶ βουλομένη μετὰ Ῥοδίων ἁπάντων ἀνδρῶν καὶ γυναι- κῶν αἰρομένων πῦρ καὶ λίθους ἐπὶ τὰς ναῦς κατέ- δραμε. Μενέλεως ὑπὸ τοῦ πνεύματος ἀναχθῆναι κω- λυόμενος τὴν μὲν Ἑλένην ἐς κοίλην ναῦν κατέκρυψε, τὸν δὲ κόσμον αὐτῆς καὶ τὸ διάδημα θεραπαίνῃ τῇ μάλιστα καλλίστῃ περιέθηκεν. οἱ δὲ (μάλιστα) πιστεύ- σαντες Ἑλένην εἶναι πῦρ καὶ λίθους ἐπὶ τὴν θερά- παιναν ***καὶ ὡς ἱκανὴν δίκην ἐπὶ τῷ Τληπο- λέμῳ λαβόντες τὸν Ἑλένης θάνατον ἀνεχώρησαν. Με- νέλεως δὲ τὴν Ἑλένην ἔχων ἀπέπλευσεν.