Ancient Greek · ~2 min
1.11. ΑΚΟΥΗΣ. to 1.12. ΘΕΣΣΑΛΟΣ.
Polyaenus, Strategemata 1.11. ΑΚΟΥΗΣ.-1.12. ΘΕΣΣΑΛΟΣ.
Not analysed yet
Ἀκούης Λακεδαιμονίων Τεγέαν προδοσίᾳ νύ- κτωρ καταλαβομένων τοῖς ἰδίοις ὁπλίταις ἔδωκε σύν- θημα κτείνειν τοὺς τὸ σύνθημα ἐρωτῶντας. οἱ μὲν δὴ Ἀρκάδες οὐκ ἐπηρώτων· οἴ δὲ Σπαρτιᾶται ὡς ἐν νυκτὶ ἀγνοοῦντες καὶ διὰ τοῦτο ἐρωτῶντες ὑπὸ τῶν Ἀρκάδων ἀνῃροῦντο. Θεσσαλὸς Βοιωτῶν τῶν Ἄρνην οἰκούντων Θεσ- σάλοις πολεμούντων τέχνῃ ἐκράτησεν ἄνευ μάχης. νύκτα παραφυλάξας ἀσέληνον καὶ σκοτεινὴν ἐκέλευσε τοὺς στρατιώτας διασπαρέντας ἀνὰ τὸ πεδίον ἄλλον ἀλλαχοῦ κατὰ κορυφὰς τῶν ὀρῶν δᾷδας καὶ λυχνού- χους ἀνάπτειν καὶ μετεωρίζειν καὶ πάλιν οὖ καθαιρεῖν. οἱ Βοιωτοὶ τὴν ὄψιν τοῦ πυρὸς ὥσπερ ἀστραπὰς κυ- κλουμένας ἰδόντες ἐδεδίξαντο καὶ πρὸς ἱκεσίαν τῶν Θθεσσαλῶν ἐτράποντο.