Ancient Greek · ~2 min
Book 1
Polyaenus, Strategemata 1.16. ΛΥΚΟΥΡΓΟΣ.
Not analysed yet
Λυκοῦργος Λακεδαιμονίους θειοτέρῳ φόβῳ κατ- ηνάγκασεν ὑπακοῦσαι τοῖς νόμοις. εἴ τινα νόμον ἐξεῦρε, κομίσας εἰς Δελφοὺς ἠρώτα τὸν θεὸν, εἰ συμ- φέροι· ἡ δὲ προφῆτις χρήμασι πεπεισμένη ἀεὶ συμ- φέρειν ἔχρα. οἱ Λάκωνες φόβῳ τοῦ θεοῦ τοῖς νόμοις ὡς χρησμοῖς ὑπήκουσαν. Λυκοῦργος παρήγγειλεν ἐπὶ τοὺς αὐτοὺς, ὦ Λά- κωνες, μὴ στρατεύετε πολλάκις, ἵνα μὴ πολεμεῖν τοὺς ἐναντίους διδάσκοιτε᾿. Λυκοῦργος προσέταττε τοῖς Λάκωσι τοὺς πολε- μίους φεύγοντας μὴ φονεύετε, ἵνα τὸ φεύγειν ἡγοῖντο τοῦ μένειν λυσιτελέστερονʼ.