Ancient Greek
Book 1
Polyaenus, Strategemata 1.17. ΤΥΡΤΑΙΟΣ.
Not analysed yet
Τυρταῖος, Λακεδαιμονίων μελλόντων παρατάττε- σθαι Μεσηνίοις καὶ βεβουλευμένων νικᾶν ἢ ἀποθανεῖν ἐν τῇ μάχῃ, ἵνα δὲ ὑπὸ τῶν οἰκείων ἐν τῇ τῶν νε- κρῶν ἀναιρέσει γνωρίζοιτο ἕκαστος, ἐπὶ (τὰς) σκυταλί- δας τοὔνομα γραψάντων καὶ περὶ τῇ λαιᾷ χειρὶ φερόν- των, βουλόμενος ἐκπλῆξαι τοὺς Μεσηνίους τοῦτο μαθόντας παρήγγειλε μὴ παρατηρεῖν τοὺς αὐτομολοῦν- τας Εἴλωτας. οἱ δὲ μηδενὸς παραφυλάττοντος ἀνέδην αὐτομολήσαντες ἤγγειλαν τοῖς Μεσηνίοις τὴν ἀπόνοιαν τὴν Δακωνικήν. οἱ δὲ καταπλαγέντες ἀσθενέστερον ἀγωνισάμενοι τὴν νίκην οὐ διὰ μακροῦ Δακεδαιμο- νίοις ἔδωκαν.