Ancient Greek · ~5 min
Book 1
Polyaenus, Strategemata 1.20. ΣΟΔΩN.
Not analysed yet
Ἀθηναῖοι καὶ Μεγαρεῖς ἐπολέμουν χρόνῳ μακρῷ Σαλαμῖνος πέρι. ἡσσώμενοι Ἀθηναῖοι νόμον ἐκύρωσαν ῾τῷ ἀγορεύσαντι πλεῖν ἐπὶ Σαλαμῖνος μάχῃ θάνατος ἔστωʼ. Σόλων τὸν θάνατον οὐ φοβηθεὶς λύει τὸν νόμον· λύει δὲ δὲ. μανίαν ὑποκρίνεται καὶ προελ- θών εἰς ἀγορὰν ἐλεγεῖα ἦδε· τὰ δὲ ἐλεγεῖα ἦν Ἀρήϊα ἄσματα. τούτοις ἤγειρεν Ἀθηναίους ἐπὶ τὴν μάχην. οἱ δὲ κάτοχοι ἐκ Μουσῶν καὶ Ἄρεως αὐτίκα τε ἀνή- γοντο ἄδοντες ὁμοῦ καὶ ἀλαλάζοντες καὶ Μεγαρεῖς κατὰ κράτος ἐνίκων· καὶ πάλιν ἡ Σαλαμὶς Ἀθηναίων κτῆμα ἦν. Σόλων δὲ μάλα ἐθαυμάζετο καὶ τὸν νόμον λύσας τῇ μανίᾳ καὶ τὸν πόλεμον νικήσας τῇ μουσικῇ. Ἤν πόλεμος Ἀθηναίοις καὶ Μεγαρεῦσι Σαλαμῖ- νος πέρι· Σόλων ἔπλευσεν ἐπὶ Κωλιάδος, ἔνθα αἱ γυναῖκες Δήμητρι ἑορτὴν ἐτέλουν ἐπʼ αὐτῇ τῇ θα- λάσσῃ. αὐτόμολον ἐκπέμπει Σόλων ἀγγελοῦντα Με- γαρεῦσιν ῾ἥν ἐπὶ Κωλιάδος πλεύσητε, τὰς Ἀθηναίων γυναῖκας αἱρήσετε χορευούσας· ἀλλὰ μὴ μέλλετε ᾿. Μεγαρεῖς τῇ. ἀπάτῃ πείθονται. οἱ μὲν δὴ ἐπέπλεον· Σόλων δὲ τὰς μὲν λυναῖκας ἀναχωρῆσαι κελεύει, μει- μένα, στεφάνους περικείμενα, κρυπτοῖς ἐγχειριδίοις ὡπλισμένα παρὰ τὴν ἠιόνα παίζειν καὶ χορεύειν ἔταξεν. οἴ δὲ Μεγαρεῖς τῇ ὄψει τῶν ἀγενείων καὶ τῇ ἐσθῆτι τῶν γυναικῶν ἐξαπατώμενοι τῶν νεῶν ἀποβάντες ἐπειρῶντο συλλαμβάνειν οἷα δὴ γυναῖκας· οἱ δὲ σπα- σάμενοι τὰ ἐγχειρίδια μάλα δὴ ἀντὶ γυναικῶν ἄνδρες ἐφάνησαν, τοὺς πολεμίους ἔκτειναν, τῶν νεῶν ἐπέβη- σαν, τῆς Σαλαμῖνος ἐκράτησαν.