Ancient Greek · ~6 min
Book 1
Polyaenus, Strategemata 1.21. ΠEIΣIΣΤPATOΣ.
Not analysed yet
Πεισίστρατος ἀπʼ Εὐβοίας ἐστράτευσεν ἐπὶ τὴν Ἀττικὴν ἐπὶ Παλληνίδος καὶ τοῖς πρώτοις τῶν πολε- μίων προσπεσὼν ἔκτεινε πάντας· προελθών ἄλλοις ἀπηντᾶτο πλείοσι. παράγγελμα ἔδωκε θαλλῷ στεφα- νοσθαι καὶ μὴ κτείνειν τοὺς ἀπαντῶντας, φράζειν δὲ, ὡς ἐσπείσαντο τοῖς πρώτοις. οἱ δὲ πιστεύσαντες ἄρα σπένδονται καὶ Πεισιστράτῳ τὸ ἄστυ ἐπέτρεψαν. ὁ δὲ ἄρματος ἐπιβὰς, παραστησάμενος γυναῖκα μεγά- λην, καλὴν, ὄνομα Φύην, ὅπλοις Παλλαδικοῖς κε- κοσμημένην, δόξαν ἐνδοὺς ὡς Ἀθηνᾶ κατάγοι Πει- σίστρατον, ἀδεῶς εἰσήλασε καὶ τῆς τυραννίδος τῶν Ἀθηναίων κατέσχεν. Πεισίστρατος Ἀθηναίων τὰ ὅπλα βουλόμενος παρ- ελέσθαι παρήγγειλεν ἥκειν ἅπαντας εἰς τὸ Ἀνάκειον μετὰ τῶν ὅπλων. οἱ μὲν ὗκον· ὁ δὲ προῆλθε βου- λόμενος δημηγορῆσαι καὶ σμικρᾷ τῇ φωνῇ λέγειν ἥρχετο. οἱ δὲ ἐξακούειν μὴ δυνάμενοι προελθεῖν αὐτὸν ἠξίωσαν εἰς τὸ προπύλαιον, ἴνα πάντες ἐξακού- σειαν. ἐπεὶ δὲ ὁ μὲν ἡσυχῆ διελέγετο, οἱ δʼ ἐντεί- ναντες τὰς ἀκοὰς προσεῖχον, οἱ ἐπίκουροι προελθόντες ἀράμενοι τὰ ὅπλα κατήνεγκαν εἰς τὸ ἱερὸν τῆς Ἀγραύ- λου. Ἀθηναῖοι δὲ γυμνοὶ καταλειφθέντες τότε ᾔσθοντο τῆς Πεισιστράτου βραχυφωνίας, ὅτι ἄρα ἦν τέχνασμα κατὰ τῶν ὅπλων. Πεισίστρατος Μεγακλεῖ διεπολιτεύετο, καὶ ἦν ὁ Μεγακλῆς ὑπὲρ τῶν πλουσίων τεταγμένος, ὁ δὲ Πει- σίστρατος ὑπὲρ τῶν πενήτων. καὶ δή ποτε ἐν ἐκκλη- σίᾳ πολλὰ τῷ Μεγακλεῖ λοιδορησάμενος καὶ ἀπειλή- σας ἀπηλλάγη κατατρώσας δὲ ἑαυτὸν οὐ καιρίοις τραύμασι τῆς ὑστεραίας προῆλθεν εἰς τὴν ἀγορὰν δεικνύων τοῖς Ἀθηναίοις ταῦτα. ὁ δὲ δῆμος ὑπερ- ηγανάκτησεν, ὡς ὁ κηδόμενος αὐτῶν διʼ αὐτοὺς ταῦτα εἴη παθὼν, καὶ ἐς φυλακὴν τοῦ σώματος ἔδωκαν αὐτῷ τριακοσίους φύλακας, οἷς κορυνηφόροις χρησάμενος αὐτός τε τύραννος Ἀθηναίων ἐγένετο καὶ τοῖς παισὶ τὴν τυραννίδα κατέλιπεν.