Ancient Greek · ~1 min
Book 1
Polyaenus, Strategemata 1.22. APIΣΤΟΓEITΩN.
Not analysed yet
Ἀριστογείτων ὑπὸ τῶν δορυφόρων στρεβλούμενος περὶ τῶν συνειδότων, τῶν μὲν συνειδότων ὡμολόγησεν οὐδένα, πάντας δὲ τοὺς Ἱππίου φίλους κοινωνῆσαι τῆς ἐπιθέσεως. ὁπότε δὲ τούτους Ιππίας ἀπέκτεινε, τότε ὁ Ἀριστογείτων ὠνείδισεν αὐτῷ τὸ στρατήγημα τῶν φίλων.