Ancient Greek · ~2 min
Book 1
Polyaenus, Strategemata 1.26. BIAΣ
Not analysed yet
Κροῖσος Δυδὸς ἐπιπλεῖν τοῖς νησιώταις παρε- σκευάζετο. Βίας ὁ Πριηνεὺς ἐξέπληξε τὸν Δυδὸν εἰ- πὼν οἱ νησιῶται πολλὴν ἵππον ἐπί σε ὠνοῦνταιʼ. ὁ δὲ γελάσας ἔφη ὦ Ζεῦ, νησιώτας ἐν ἠπείρῳ λά- βοιμι᾿. ὁ δὲ Βίας τί δʼ ἄλλο [οἴει]᾿ ,ἔφη, κἀκείνους εὔχεσθαι Διὶ, ἢ ὅπως Κροῖσον ἠπειρώτην ἐν θαλάσσῃ λάβοιεν; ᾿ὁ λόγος Βίαντος ἔπεισεν Κροῖσον ἐπὶ τὰς νήσους πλεῦσαι μηκέτι.