Ancient Greek · ~6 min
Book 1
Polyaenus, Strategemata 1.27. ΓEAΩN.
Not analysed yet
Γέλων Δεινομένους Συρακούσιος ἐν τῷ πρὸς Ἱμίλκωνα τὸν Καρχηδόνιον πολέμῳ στρατηγὸς αὐτο- κράτωρ χειροτονηθείς, λαμπρῶς ἀγωνισάμενος, κρα- τήσας, παρελθὼν εἰς ἐκκλησίαν, εὐθύνας δοὺς τῆς αὐτοκράτορος ἀρχῆς, τῆς δαπάνης, τῶν καιρῶν, τῶν ὅπλων, τῶν ἵππων, τῶν τριήρων, ἐπὶ πᾶσιν ἐπαινεθεὶς τέλος ἐξέδυ τὴν ἐσθῆτα καὶ στὰς ἐν μέσῳ γυμνός· οὕτως ἐγὼ ,ἔφη, γυμνὸς ὑμῖν ἕστηκα, ὑμεῖς δὲ ἔνοπλοι, ὥστε, εἴ τί μοι πέπρακται βίαιον, χρήσασθε κατʼ ἐμοῦ καὶ σιδήρῳ καὶ πυρὶ καὶ λίθοις. ʼ ὁ δῆμος ἐπεβόησεν ὡς ἄριστον στρατηγὸν ἐπαινῶν. ὁ δὲ ὑπο- λαβὼν ἔφη καὶ εἰσαῦθις οὖν τοιοῦτον στρατηγὸν χειροτονήσατε᾿ . πάλιν ὁ δῆμος ἀλλὰ τοιοῦτον ἄλλον οὐκ ἔχομενʼ. οὕτως δὴ παρακληθεὶς δεύτερον στρατη- γῆσαι ἀντὶ στρατηγοῦ τύραννος ἐγένετο Συρακουσίων. Γέλων Σικελῶν τύραννος Ιμίλκωνι βασιλεῖ Καρ- χηδονίων διαπλεύσαντι ἐπὶ Σικελίαν ἀντιστρατοπε- δεύων μάχῃ μὲν συμβαλεῖν οὐκ ἐθάρρει· Πεδίαρχον δὲ τὸν τοξοτῶν ἡγούμενον, ὅμοιον ἑαυτῷ τὴν ἰδέαν ἀμφιέσας τὴν ἑαυτοῦ τυραννικὴν ἐσθῆτα ἐκέλευσε προελθεῖν τοῦ στρατοπέδου καὶ θύειν ἐπὶ τῶν βωμῶν, ἕπεσθαι δὲ αὐτῷ τοξότας ἐν ἐσθῆτι λευκῇ κατέχοντας μυρίνας, τόξα ὑπὸ ταῖς μυρίναις κρύπτοντας· ἡνίκʼ ἄν δὲ ἴδωσιν Ἰμίλκωνα καὶ αὐτὸν ὁμοίως προελθόντα καὶ θύοντα, τοξεύειν ἐπʼ αὐτόν. οὕτω δὴ τούτων πραχθέντων Ιμίλκων οὐδὲν ὑπιδόμενος προελθὼν ἔθυσεν· ὥστε σπένδων θύων τε ἄφνω πολλῶν τοξευ- μάτων ἐπʼ αὐτὸν ἐπελθόντων ἐτελεύτησεν. Γέλων τὸ Μεγαρικὸν βουλόμενος καταλῦσαι ἐποί κους μὲν ἐκάλει τοὺς ἐθέλοντας Δωριῶν, Διογνήτῳ δὲ, τῷ Μεγαρέων ἄρχοντι, χρήματα παρὰ δύναμιν ἐπέταξεν· ὁ δὲ τοῖς πολίταις. οἱ δὲ τοῖς τέλεσιν ἀπα- γορεύοντες ἐς τὴν ἀποικίαν τὴν ἐν Συρακούσαις ὑπεί- κουσαν ὑποβαλόντες αὐτοὺς τῇ Γέλωνος δυναστείᾳ.