Ancient Greek · ~3 min
Book 1
Polyaenus, Strategemata 1.29. IEPIN.
Not analysed yet
Ιέρων ποταμὸν κωλυόμενος διαβῆναι ὑπὸ τῶν πολεμίων ἐπιστήσας τοὺς ὁπλίτας ἐπὶ τῆς διαβάσεως ἐκέλευσε τοὺς ἱππεῖς προάγειν ἄνω τοῦ ποταμοῦ ὡς διαβησομένους ἐκεῖθεν, τοὺς δὲ ψιλοὺς ἀνωτέρω τῶν ἰππέων. οἱ μὲν πολέμιοι ἀντιπαρῆγον ὡς τοὺς ἱπ- po πέος καὶ τοὺς ψιλοὺς κωλύσοντες· ὁ δὲ έρων διή- γαγε τοὺς ὁπλίτας βιασάμενος ὀλίγους ὄντας τοὺς κατα- λελειμμένους τῶν ἐναντίων καὶ παραχρῆμα σημεῖον ἡρε τοῖς ψιλοῖς καὶ τοῖς ἱππεῦσιν. οἱ δὲ ὑποστρέψαντες διέβησαν τῶν προδιαβάντων ὁπλιτῶν τοὺς ὑποστρέ- χa ψαντας πολεμίους ἀνειργόντων. Ἱέρων Ἰταλιώταις πολεμῶν, ὁπότε λάβοι τινὰς e. αἰχμαλώτους τῶν εὐγενῶν ἢ πλουσίων, οὐκ εὐθὺς ἀπε- δίδου τοῖς λυτρουμένοις, ἀλλὰ πολλὰς ἡμέρας κατασχὼν κοινωνήσας αὐτοῖς ἑστίας καὶ τιμήσας προεδρίᾳ τηνι- καῦτα προσιέμενος τὰ λύτρα τοὺς ἄνδρας ἐξεπέμπετο. οἱ δὲ ἐπανελθόντες ὕποπτοι παρὰ τοῖς πολίταις ἦσαν ὡς φιλίας Ἱέρωνι κεκοινωνηκότες.