Ancient Greek
Book 1
Polyaenus, Strategemata 1.30. ΘΕΜΙΕΤΟΚΛΗΣ..1
Not analysed yet
Ἀθηναίοις ο θεὸς ἔχρησεν ὦ θείη Σαλαμὶς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν. Θεμιστοκλῆς Ἀθηναίων τὸ λόγιον δεδιότων τά γε τῶν πολεμίωνʼ, ἔφη· οὐ γὰρ ἄν θείην τὴν Σαλαμῖνα ὁ θεὸς ἀνηγόρευσεν, εἰ ἔμελλεν ἀπολλύειν τὰ τέκνα τῶν Ἑλλήνων. ᾿τοῦτο λεχθὲν θάρσος Ἀθηναίοις ἔδωκε, καὶ ἡ νίκη τὴν ἐξήγησιν ἐπιστώσατο. Τοῦ θεοῦ χρήσαντος τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς οἱ μὲν ἄλλοι Ἀθηναῖοι τειχίζειν τὴν ἀκρόπολιν ἠγό- ρευον, Θεμιστοκλῆς δὲ ἐς τὰς τριήρεις ἐμβαίνειν, ὡς ταύτας οὔσας τὸ ξύλινον τεῖχος τῶν Ἀθηναίων. ἐπεί- σθησαν, ἐνέβησαν, ἐναυμάχησαν, ἐνίκησαν. Θεμιστοκλῆς ἐναυλόχει περὶ Σαλαμῖνα· τοῖς Ἕλ- λησιν ἐδόκει φεύγειν, Θεμιστοκλεῖ ναυμαχεῖν ἐν στενῇ θαλάσσῃ. ὡς δὲ μένειν οὐκ ἔπειθεν, ἦν αὐτῷ Σίκιννος εὐνοῦχος παιδαγωγὸς τοῖν παίδοιν, νύκτωρ τὸν Σίκιν- νον τοῦτον ὡς βασιλέα πέμπει μηνύσοντα κατʼ εὔνοιαν δὴ ὅτι ἀποδιδράσκει τὸ Ἑλληνικόν· ἀλλὰ ναυμάχει. πείθεται βασιλεὺς καὶ ναυμαχεῖ, καὶ τὸ πλῆθος τῶν τριήρων συνέτριψεν ἡ στενὴ θάλασσα· οἱ δὲ Ἕλληνες ἄκοντες ἐνίκησαν τῇ σοφίᾳ τοῦ στρατηγοῦ. Οἱ Ἕλληνες νικήσαντες ἐν Σαλαμῖνι βουλεύον- ται πλεῖν ἐφʼ Ἑλλήσποντον καὶ τὸ ζεῦγμα λύειν, ἵνα βασιλεὺς μὴ φύγῃ· Θεμιστοκλῆς ἀντιβουλεύεται λέγων ῾βασιλεὺς ἀποληφθεὶς ἀναμαχεῖται τάχα· πολλάκις δὲ ἀπόνοια δίδωσιν, ὅσα μὴ ἔδωκεν ἀνδρεία᾿ . πέμπει δὴ πάλιν ὡς βασιλέα εὐνοῦχον ἄλλον Ἀρσάκην οὑτωσὶ προαγορεύοντα· εἰ μὴ φύγοι διὰ τάχους, ἡ γέφυρα τοῦ Ἑλλησπόντου διαλύεται. βασιλεὺς ἔδεισε καὶ φθάσας τὸ Ἑλληνικὸν διέβη τὸ ζεῦγμα καὶ φυγῶν ᾤχετο· Θεμι- στοκλῆς δὲ τοῖς Ἕλλησιν ἐφύλαξε τὴν νίκην ἀκίνδυνον. Ἀθηναῖοι τὰ τείχη τοῦ ἄστεος ἤγειρον· Δά- κωνες ἐφθόνουν· ἠπάτησεν αὐτοὺς Θεμιστοκλῆς. ὁ δὲ τρόπος τῆς ἀπάτης ἦν· ἀφίκετο πρεσβευτὴς καὶ ἦν πρὸς τοὺς Δάκωνας ἔξαρνος, ἡ μὴν οὐκ ἐγε- ρεῖσθαι τὸ τεῖχος. εἰ δὲ ἀπιστεῖτε, τοὺς ἀρίστους ἐκπέμψατε κατασκόπους ἐμὲ κατασχόντες. ʼ οἱ μὲν ἔπεμψαν· Θεμιστοκλῆς δὲ κρύφα πέμψας ἐνετείλατο Ἀθηναίοις κατέχειν τοὺς κατασκόπους, ἔστʼ ἄν ἐγείρωσι τὸ τεῖχος· ἐπειδὰν δὲ ἐγείρωσι, μὴ πρότερον αὐτοὺς ἀποπέμπειν, εἰ μὴ πρόσθεν αὐτὸν ἀπολάβοιεν. καὶ ταῦτα οὕτως ἐγένετο. ἠγέρθη τὸ τεῖχος, καὶ ἐπαν- ῆλθε Θεμιστοκλῆς. ἀπεδόθησαν οἱ κατάσκοποι, ἐτει- χίσθησαν Ἀθῆναι Δακεδαιμονίων ἀκόντων. Θεμιστοκλῆς ἐν τῷ πρὸς Αἰγινήτας πολέμῳ μελ- λόντων Ἀθηναίων τὴν ἐκ τῶν ἀργυρείων πρόσοδον, ἑκατὸν τάλαντα, διανέμεσθαι κωλύσας ἔπεισεν ἑκατὸν ἀνδράσι τοῖς πλουσιωτάτοις ἑκάστῳ δοῦναι τάλαντον· κἄν μὲν ἀρέσῃ τὸ πραχθησόμενον, τῇ πόλει τὸ ἀνά- λωμα λογισθῆναι, ἐὰν δὲ μὴ ἀρέσῃ, τοὺς λαβόντας ἀποδοῦναι. ταῦτα μὲν ἔδοξεν. οἱ δὲ ἑκατὸν ἄνδρες ἕκαστος μίαν τριήρη κατέστησαν σπουδῇ χρησάμενοι κάλλους καὶ τάχους. Ἀθηναῖοι καινὸν στόλον ποιή- σαντες ἥσθησαν, καὶ οὐ μόνον κατὰ Αἰγινητῶν ταῖς τριήρεσι ταύταις, ἀλλὰ καὶ κατὰ Περσῶν ἐχρήσαντο. Θεμιστοκλῆς Ἰώνων Ξέρξῃ συμμαχούντων ἐκέ- λευσε τοῖς Ἕλλησι καταγράφειν ἐπὶ τοὺς τοίχους ἄνδρες Ἴωνες, οὐ δίκαια ποιεῖτε στρατεύοντες ἐπὶ τοῖς πατέρας᾿. τούτων ἀναγιγνωσκομένων βασιλεὺς τοὺς Ἴωνας ὑπόπτους ἡγήσατο. Θεμιστοκλῆς φεύγων Ἀθηναίους νεῶς ἐπιβὰς ἀγνοούμενος ἐκομίζετο τὴν ἐπὶ Ἰωνίας. ἐπεὶ δὲ ἡ ναῦς ὑπὸ χειμῶνος ἐπὶ Νάξον κατεφέρετο πολιορκου- μένην ὑπʼ Ἀθηναίων, τῷ ναυκλήρῳ φοβηθεὶς ἔφρασεν ὅστις εἴη. καὶ εἰ μὴ σώσειεν αὐτὸν, κατερεῖν ἠπεί- λησεν Ἀθηναίοις, ὡς χρήμασι αὐτὸν πεισθεὶς ἄγοι· ὅπως οὖν ἀμφότεροι σωθεῖεν, μηδεὶς (οὖν) ἐκβαινέτω τῆς νεώς. ὁ ναύκληρος φοβηθεὶς οὔτε ἐκβῆναι συνε- χώρησε καὶ ἀναχθῆναι διὰ τάχους ἔσπευσεν.