Ancient Greek · ~2 min
Book 1
Polyaenus, Strategemata 1.31. APΣTΕIΔHΣ.
Not analysed yet
Ἀριστείδης καὶ Θεμιστοκλῆς, ἐχθρότατοι πάντων ὄντες διεπολιτεύοντο. τοῦ δὲ Πέρσου δὴ ἐπιόντος ἀλλήλων λαβόμενοι τῆς πόλεως ἔξω προελθόντες ἐς ταὐτὸν ἑκάτερος τὴν δεξιὰν χεῖρα καθιέντες συνημμέ- νων τῶν δακτύλων ἐπεφώνουν· τὴν ἔχθραν ἐνταῦθα κατατιθέμεθα, ἕως ἄν πρὸς τὸν Πέρσην διαπολεμή- σωμεν. ταὔτʼ εἰπόντες ἄραντες τὰς χεῖρας διαλελυ- μένων τῶν δακτύλων, ὡς δή τι κατατεθεικότες, ἔπειτα συγχώσαντες τὸν βόθρον ἐπανῆλθον καὶ διετέλεσαν παρὰ πάντα τὸν πόλεμον ὁμονοοῦντες. ἡ δὲ τῶν στρα- τηγῶν ὁμόνοια μάλιστα δὴ τοὺς βαρβάρους ἐνίκησεν.